< 2 Thessalonians 2 >

1 Now we beg you, brethren, by the coming of our Lord Jesus Christ and our gathering together to him,
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν,
2 that ye be not soon shaken in mind, nor troubled, neither by spirit, nor by word, nor by letter, as [if it were] by us, as that the day of the Lord is present.
εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς ⸀μηδὲθροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ ⸀κυρίου
3 Let not any one deceive you in any manner, because [it will not be] unless the apostasy have first come, and the man of sin have been revealed, the son of perdition;
μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ⸀ἀνομίας ὁ υἱὸς τῆς ἀπωλείας,
4 who opposes and exalts himself on high against all called God, or object of veneration; so that he himself sits down in the temple of God, shewing himself that he is God.
ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ ⸀θεοῦκαθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός.
5 Do ye not remember that, being yet with you, I said these things to you?
οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
6 And now ye know that which restrains, that he should be revealed in his own time.
καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ⸀ἑαυτοῦκαιρῷ·
7 For the mystery of lawlessness already works; only [there is] he who restrains now until he be gone,
τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.
8 and then the lawless one shall be revealed, whom the Lord Jesus shall consume with the breath of his mouth, and shall annul by the appearing of his coming;
καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος ⸀Ἰησοῦς⸀ἀνελεῖτῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
9 whose coming is according to the working of Satan in all power and signs and wonders of falsehood,
οὗ ἐστιν ἡ παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους
10 and in all deceit of unrighteousness to them that perish, because they have not received the love of the truth that they might be saved.
καὶ ἐν πάσῃ ἀπάτῃ ⸀ἀδικίαςτοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς·
11 And for this reason God sends to them a working of error, that they should believe what is false,
καὶ διὰ τοῦτο ⸀πέμπειαὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
12 that all might be judged who have not believed the truth, but have found pleasure in unrighteousness.
ἵνα κριθῶσιν ⸀πάντεςοἱ μὴ πιστεύσαντες τῇἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες ⸀τῇ ἀδικίᾳ.
13 But we ought to give thanks to God always for you, brethren beloved of [the] Lord, that God has chosen you from [the] beginning to salvation in sanctification of [the] Spirit and belief of [the] truth:
Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ⸀ἀπαρχὴνεἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,
14 whereto he has called you by our glad tidings, to [the] obtaining of [the] glory of our Lord Jesus Christ.
εἰς ⸀ὃἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
15 So then, brethren, stand firm, and hold fast the instructions which ye have been taught, whether by word or by our letter.
ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν.
16 But our Lord Jesus Christ himself, and our God and Father, who has loved us, and given [us] eternal consolation and good hope by grace, (aiōnios g166)
Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ⸀θεὸς⸀ὁπατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, (aiōnios g166)
17 encourage your hearts, and establish you in every good work and word.
παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ ⸀στηρίξαιἐν παντὶ ⸂ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

< 2 Thessalonians 2 >