< Mark 3 >

1 And again, he entered into the synagogue. And there was a man there who had a withered hand.
Καὶ εἰσῆλθεν πάλιν εἰς [τὴν] συναγωγήν, καὶ [ἦν] ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα,
2 And they observed him, to see if he would cure on the Sabbaths, so that they might accuse him.
καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσουσιν αὐτοῦ.
3 And he said to the man who had the withered hand, “Stand up in the middle.”
καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν χεῖρα ἔχοντι ξηράν, Ἔγειρε εἰς τὸ μέσον.
4 And he said to them: “Is it lawful to do good on the Sabbaths, or to do evil, to give health to a life, or to destroy?” But they remained silent.
καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
5 And looking around at them with anger, being very saddened over the blindness of their hearts, he said to the man, “Extend your hand.” And he extended it, and his hand was restored to him.
καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά [σου]. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ.
6 Then the Pharisees, going out, immediately took counsel with the Herodians against him, as to how they might destroy him.
καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρωδιανῶν συμ βούλιον ἐδίδουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
7 But Jesus withdrew with his disciples to the sea. And a great crowd followed him from Galilee and Judea,
Καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν, καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας
8 and from Jerusalem, and from Idumea and across the Jordan. And those around Tyre and Sidon, upon hearing what he was doing, came to him in a great multitude.
καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὅσα ποιεῖ ἦλθον πρὸς αὐτόν.
9 And he told his disciples that a small boat would be useful to him, because of the crowd, lest they press upon him.
καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.
10 For he healed so many, that as many of them as had wounds would rush toward him in order to touch him.
πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας·
11 And the unclean spirits, when they saw him, fell prostrate before him. And they cried out, saying,
καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ, καὶ ἔκραζον λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
12 “You are the Son of God.” And he strongly admonished them, lest they make him known.
Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιῶσιν.
13 And ascending onto a mountain, he called to himself those whom he willed, and they came to him.
Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
14 And he acted so that the twelve would be with him, and so that he might send them out to preach.
Καὶ ἐποίησεν δώδεκα ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
15 And he gave them authority to cure infirmities, and to cast out demons:
καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια·
16 and he imposed on Simon the name Peter;
καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον·
17 and also he imposed on James of Zebedee, and John the brother of James, the name ‘Boanerges,’ that is, ‘Sons of Thunder;’
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς·
18 and Andrew, and Philip, and Bartholomew, and Matthew, and Thomas, and James of Alphaeus, and Thaddeus, and Simon the Canaanite,
καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Μαθθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Καναναῖον,
19 and Judas Iscariot, who also betrayed him.
καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.
20 And they went to a house, and the crowd gathered together again, so much so that they were not even able to eat bread.
Καὶ ἔρχονται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
21 And when his own had heard of it, they went out to take hold of him. For they said: “Because he has gone mad.”
καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν. ἔλεγον γὰρ ὅτι ἐξέστη.
22 And the scribes who had descended from Jerusalem said, “Because he has Beelzebub, and because by the prince of demons does he cast out demons.”
καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύ μων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23 And having called them together, he spoke to them in parables: “How can Satan cast out Satan?
καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν;
24 For if a kingdom is divided against itself, that kingdom is not able to stand.
καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
25 And if a house is divided against itself, that house is not able to stand.
καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη στῆναι.
26 And if Satan has risen up against himself, he would be divided, and he would not be able to stand; instead he reaches the end.
καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται στῆναι, ἀλλὰ τέλος ἔχει.
27 No one is able to plunder the goods of a strong man, having entered into the house, unless he first binds the strong man, and then he shall plunder his house.
ἀλλ᾽ οὐδεὶς δύναται εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
28 Amen I say to you, that all sins will be forgiven the sons of men, and the blasphemies by which they will have blasphemed.
ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν·
29 But he who will have blasphemed against the Holy Spirit shall not have forgiveness in eternity; instead he shall be guilty of an eternal offense.” (aiōn g165, aiōnios g166)
ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος· (aiōn g165, aiōnios g166)
30 For they said: “He has an unclean spirit.”
ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
31 And his mother and brothers arrived. And standing outside, they sent to him, calling him.
Καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτόν, καλοῦντες αὐτόν.
32 And the crowd was sitting around him. And they said to him, “Behold, your mother and your brothers are outside, seeking you.”
καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ, Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.
33 And responding to them, he said, “Who is my mother and my brothers?”
καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί [μου];
34 And looking around at those who were sitting all around him, he said: “Behold, my mother and my brothers.
καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει, Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
35 For whoever has done the will of God, the same is my brother, and my sister and mother.”
ὃς [γὰρ] ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.

< Mark 3 >