< Ephesians 5 >

1 Be imitators of God, therefore, as beloved children,
γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
2 and walk in love, just as Christ loved us and gave Himself up for us as a fragrant sacrificial offering to God.
καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶςκαὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶνπροσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
3 But among you, as is proper among the saints, there must not be even a hint of sexual immorality, or of any kind of impurity, or of greed.
Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
4 Nor should there be obscenity, foolish talk, or crude joking, which are out of character, but rather thanksgiving.
καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
5 For of this you can be sure: No immoral, impure, or greedy person (that is, an idolater), has any inheritance in the kingdom of Christ and of God.
τοῦτο γὰρ ⸀ἴστεγινώσκοντες ὅ ι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
6 Let no one deceive you with empty words, for because of such things the wrath of God is coming on the sons of disobedience.
Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7 Therefore do not be partakers with them.
μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
8 For you were once darkness, but now you are light in the Lord. Walk as children of light,
ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
9 for the fruit of the light consists in all goodness, righteousness, and truth.
ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸςἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
10 Test and prove what pleases the Lord.
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
11 Have no fellowship with the fruitless deeds of darkness, but rather expose them.
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
12 For it is shameful even to mention what the disobedient do in secret.
τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
13 But everything exposed by the light becomes visible, for everything that is illuminated becomes a light itself.
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
14 So it is said: “Wake up, O sleeper, rise up from the dead, and Christ will shine on you.”
πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15 Pay careful attention, then, to how you walk, not as unwise but as wise,
Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί,
16 redeeming the time, because the days are evil.
ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
17 Therefore do not be foolish, but understand what the Lord’s will is.
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετετί τὸ θέλημα τοῦ κυρίου·
18 Do not get drunk on wine, which leads to reckless indiscretion. Instead, be filled with the Spirit.
καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
19 Speak to one another with psalms, hymns, and spiritual songs. Sing and make music in your hearts to the Lord,
λαλοῦντες ⸀ἑαυτοῖςψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντεςτῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
20 always giving thanks to God the Father for everything in the name of our Lord Jesus Christ.
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
21 Submit to one another out of reverence for Christ.
ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
22 Wives, submit to your husbands as to the Lord.
Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσινὡς τῷ κυρίῳ,
23 For the husband is the head of the wife as Christ is the head of the church, His body, of which He is the Savior.
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸςσωτὴρ τοῦ σώματος.
24 Now as the church submits to Christ, so also wives should submit to their husbands in everything.
ἀλλὰ ⸀ὡςἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖςἀνδράσιν ἐν παντί.
25 Husbands, love your wives, just as Christ loved the church and gave Himself up for her
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
26 to sanctify her, cleansing her by the washing with water through the word,
ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
27 and to present her to Himself as a glorious church, without stain or wrinkle or any such blemish, but holy and blameless.
ἵνα παραστήσῃ ⸀αὐτὸςἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
28 In the same way, husbands ought to love their wives as their own bodies. He who loves his wife loves himself.
οὕτως ὀφείλουσιν ⸀καὶοἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
29 Indeed, no one ever hated his own body, but he nourishes and cherishes it, just as Christ does the church.
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸςτὴν ἐκκλησίαν,
30 For we are members of His body.
ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ
31 “For this reason a man will leave his father and mother and be united to his wife, and the two will become one flesh.”
ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν⸀πατέρακαὶ ⸀τὴνμητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
32 This mystery is profound, but I am speaking about Christ and the church.
τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33 Nevertheless, each one of you also must love his wife as he loves himself, and the wife must respect her husband.
πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

< Ephesians 5 >