< Psalmi 86 >

1 Molitva. Davidova. Prigni uho svoje, Jahve, i usliši me jer sam bijedan i ubog.
προσευχὴ τῷ Δαυιδ κλῖνον κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ
2 Čuvaj dušu moju jer sam posvećen tebi; spasi slugu svoga koji se uzda u te! Ti si moj Bog;
φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ θεός μου τὸν ἐλπίζοντα ἐπὶ σέ
3 o Gospode, smiluj mi se jer povazdan vapijem k tebi.
ἐλέησόν με κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
4 Razveseli dušu sluge svoga jer k tebi, Jahve, dušu uzdižem.
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σέ κύριε ἦρα τὴν ψυχήν μου
5 Jer ti si, Gospode, dobar i rado praštaš, pun si ljubavi prema svima koji te zazivaju.
ὅτι σύ κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε
6 Slušaj, Jahve, molitvu moju i pazi na glas vapaja mog.
ἐνώτισαι κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου
7 U dan tjeskobe vapijem k tebi jer ćeš me uslišati.
ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ ὅτι εἰσήκουσάς μου
8 Nema ti ravna među bozima, Gospode, nema djela kakvo je tvoje.
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου
9 Svi narodi što ih stvori doći će i klanjat' se tebi, o Jahve, i slavit će ime tvoje.
πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου
10 Jer ti si velik i činiš čudesa: ti si jedini Bog.
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας
11 Uči me, Jahve, svojemu putu da hodim vjeran tebi, usmjeri srce moje da se boji imena tvojega!
ὁδήγησόν με κύριε τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου
12 Hvalit ću te, Gospode, Bože moj, svim srcem svojim, slavit ću ime tvoje dovijeka,
ἐξομολογήσομαί σοι κύριε ὁ θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
13 jer tvoje ljubavi prema meni ima izobila, istrgao si moju dušu iz dubine Podzemlja. (Sheol h7585)
ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου (Sheol h7585)
14 O Bože, oholice se digoše na me, mnoštvo silnika život mi vreba i nemaju tebe pred očima.
ὁ θεός παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν
15 No ti si, Gospode Bože, milosrdan i blag, spor na srdžbu - sama ljubav i vjernost.
καὶ σύ κύριε ὁ θεός οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός
16 Pogledaj na me i smiluj se meni; daj svome sluzi snage svoje i spasi sina sluškinje svoje!
ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου
17 Daj mi milostivo znak naklonosti svoje, da vide moji mrzitelji i da se postide, jer si mi ti, o Jahve, pomogao, ti me utješio.
ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι σύ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με

< Psalmi 86 >