< Amos 4 >

1 Počujte ovu riječ, krave bašanske, što boravite na samarijskoj gori, tlačite potrebite, ugnjetavate siromahe, govorite muževima: “Donesi da pijemo!”
ἀκούσατε τὸν λόγον τοῦτον δαμάλεις τῆς Βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν ἐπίδοτε ἡμῖν ὅπως πίωμεν
2 Zakle se Jahve Gospod svetošću svojom: “Dolaze vam, evo, dani kad će vas izvlačiti kukama, a posljednju od vas ostima.
ὀμνύει κύριος κατὰ τῶν ἁγίων αὐτοῦ διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ’ ὑμᾶς καὶ λήμψονται ὑμᾶς ἐν ὅπλοις καὶ τοὺς μεθ’ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί
3 Kroz pukotine ćete izlaziti, ne obziruć' se nikamo, i biti bačene prema Hermonu” - riječ je Jahvina.
καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ Ρεμμαν λέγει κύριος ὁ θεός
4 “Idite samo u Betel i griješite, u Gilgal i množite grijehe svoje! Prinosite svakog jutra žrtve, i desetine svaki treći dan.
εἰσήλθατε εἰς Βαιθηλ καὶ ἠνομήσατε καὶ εἰς Γαλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι καὶ ἠνέγκατε εἰς τὸ πρωὶ θυσίας ὑμῶν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν
5 Palite tijesto uskislo na žrtvu zahvalnicu, oglasite žrtve dragovoljne, razglasite ih, jer to volite, sinovi Izraelovi” - riječ je Jahve Gospoda.
καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ισραηλ λέγει κύριος ὁ θεός
6 “Zato dadoh da vam zubi čisti ostanu u svim gradovima vašim, ostavih vas bez kruha u svim selima vašim; pa ipak se ne obratiste k meni” - riječ je Jahvina.
καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος
7 “Uskratih vam i kišu tri mjeseca prije žetve; pustih da kiši na jedan grad, al' ne i na drugi; jedno bi se polje nakvasilo, a drugo bi se - na koje ne pustih kiše - sasušilo.
καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγήτου καὶ βρέξω ἐπὶ πόλιν μίαν ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω μερὶς μία βραχήσεται καὶ μερίς ἐφ’ ἣν οὐ βρέξω ἐπ’ αὐτήν ξηρανθήσεται
8 Dva-tri grada lutahu tako u treći da piju vode, ali se ne mogoše napiti, pa ipak se ne obratiste k meni” - riječ je Jahvina.
καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος
9 “Udarah vas snijeću i medljikom, sasuših vam vrtove i vinograde, proždriješe vam skakavci smokve i masline, pa ipak se ne obratiste k meni” - riječ je Jahvina.
ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ ἐπληθύνατε κήπους ὑμῶν ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος
10 “Poslah na vas kugu poput kuge egipatske; mladiće vaše poklah mačem, a konji vam bjehu k'o plijen odvedeni; napunih vam nosnice smradom iz tabora vašega, pa ipak se ne obratiste k meni” - riječ je Jahvina.
ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος
11 “Obarah vas k'o što Bog obori Sodomu i Gomoru, bijaste k'o glavnja iz ognja istrgnuta, pa ipak se ne obratiste k meni” - riječ je Jahvina.
κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός καὶ οὐδ’ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος
12 “Stog ću, Izraele, ovako s tobom postupiti, i jer ću tako s tobom postupiti, pripravi se, Izraele, da susretneš Boga svoga!”
διὰ τοῦτο οὕτως ποιήσω σοι Ισραηλ πλὴν ὅτι οὕτως ποιήσω σοι ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου Ισραηλ
13 Jer, gle, on sazda planine i stvori vjetar, otkriva čovjeku misao svoju, on tvori zoru i mrak, i penje se na vrh visova zemaljskih, Jahve, Bog nad Vojskama, njegovo je ime.
διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ ποιῶν ὄρθρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ

< Amos 4 >