< 1 Ljetopisa 23 >

1 Ostarjevši i nauživši se dana, postavi David svoga sina Salomona kraljem nad Izraelom.
καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ ἐπὶ Ισραηλ
2 Potom skupi sve izraelske knezove, svećenike i levite.
καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ισραηλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας
3 On izbroji levite od trideset godina naviše, i bilo ih je po muškim glavama trideset i osam tisuća.
καὶ ἠριθμήθησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας
4 Između njih bilo je dvadeset i četiri tisuće onih koji su upravljali poslom oko Jahvina Doma, a šest tisuća nadzornika i sudaca,
ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι
5 četiri tisuće vratara i četiri tisuće onih koji su hvalili Jahvu uz glazbala što ih je napravio za hvalu.
καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ
6 David ih razdijeli na redove po Levijevim sinovima: Geršonu, Kehatu i Merariju.
καὶ διεῖλεν αὐτοὺς Δαυιδ ἐφημερίας τοῖς υἱοῖς Λευι τῷ Γεδσων Κααθ Μεραρι
7 Od Geršonova su koljena bili: Ladan i Šimej.
καὶ τῷ Παροσωμ τῷ Εδαν καὶ τῷ Σεμεϊ
8 Ladanovi sinovi: poglavari Jehiel, Zetam i Joel, njih trojica.
υἱοὶ τῷ Εδαν ὁ ἄρχων Ιιηλ καὶ Ζεθομ καὶ Ιωηλ τρεῖς
9 Šimejevi sinovi: Šelomit, Haziel i Haram, njih trojica; to su poglavari Ladanovih obitelji.
υἱοὶ Σεμεϊ Σαλωμιθ καὶ Ιιηλ καὶ Αιδαν τρεῖς οὗτοι ἄρχοντες τῶν πατριῶν τῷ Εδαν
10 Šimejevi sinovi: Jahat, Zina, Jeuš i Berija. Ta su četvorica Šimejevi sinovi.
καὶ τοῖς υἱοῖς Σεμεϊ Ιεθ καὶ Ζιζα καὶ Ιωας καὶ Βερια οὗτοι υἱοὶ Σεμεϊ τέσσαρες
11 Jahat je bio poglavar, a drugi Ziza; a Jeuš i Berija nisu imali mnogo djece, zato su se brojili u jednu obitelj, u jedan razred.
καὶ ἦν Ιεθ ὁ ἄρχων καὶ Ζιζα ὁ δεύτερος καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν
12 Kehatovi sinovi: Amram, Jishar, Hebron i Uziel, četvorica.
υἱοὶ Κααθ Αμβραμ Ισσααρ Χεβρων Οζιηλ τέσσαρες
13 Amramovi sinovi: Aron i Mojsije. Aron je bio određen da posvećuje Svetinju nad svetinjama; on i njegovi sinovi dovijeka da kade pred Jahvom, da mu služe i da blagoslivljaju u njegovo ime dovijeka.
υἱοὶ Αμβραμ Ααρων καὶ Μωυσῆς καὶ διεστάλη Ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος
14 Mojsije je bio Božji čovjek. Njegovi se sinovi broje u Levijevo pleme.
καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευι
15 Mojsijevi su sinovi Geršom i Eliezer.
υἱοὶ Μωυσῆ Γηρσαμ καὶ Ελιεζερ
16 Geršomovi sinovi: poglavar Šebuel.
υἱοὶ Γηρσαμ Σουβαηλ ὁ ἄρχων
17 Eliezerovi su sinovi bili: poglavar Rehabja. Eliezer nije imao drugih sinova, nego su se Rehabjini sinovi vrlo namnožili.
καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ Ρααβια ὁ ἄρχων καὶ οὐκ ἦσαν τῷ Ελιεζερ υἱοὶ ἕτεροι καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος
18 Jisharovi sinovi: poglavar Šelomit.
υἱοὶ Ισσααρ Σαλωμωθ ὁ ἄρχων
19 Hebronovi sinovi: poglavar Jerija, drugi Amarja, treći Jahaziel, četvrti Jekamam.
υἱοὶ Χεβρων Ιδουδ ὁ ἄρχων Αμαδια ὁ δεύτερος Οζιηλ ὁ τρίτος Ικεμιας ὁ τέταρτος
20 Uzielovi sinovi: poglavar Mika, drugi Ješija.
υἱοὶ Οζιηλ Μιχας ὁ ἄρχων καὶ Ισια ὁ δεύτερος
21 Merarijevi sinovi: Mahli i Muši. Mahlijevi sinovi: Eleazar i Kiš.
υἱοὶ Μεραρι Μοολι καὶ Μουσι υἱοὶ Μοολι Ελεαζαρ καὶ Κις
22 Eleazar je umro nemajući sinova, nego samo kćeri, koje su sebi uzeli za žene njihovi rođaci, Kiševi sinovi.
καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ’ ἢ θυγατέρες καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν
23 Mušijevi sinovi: Mahli, Eder i Jerimot, trojica.
υἱοὶ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ τρεῖς
24 To su bili Levijevi sinovi po obiteljima, poglavari porodica, koji su bili popisani poimence; oni su radili posao za službu Jahvina Doma u dobi od dvadeset godina naviše.
οὗτοι υἱοὶ Λευι κατ’ οἴκους πατριῶν αὐτῶν ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω
25 David je rekao: “Jahve, Izraelov Bog, dao je mir svojem narodu i živjet će u Jeruzalemu zauvijek.
ὅτι εἶπεν Δαυιδ κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος
26 Zato ni leviti neće više nositi Prebivališta ni svakovrsnog pribora za njegovu službu.”
καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς
27 Po posljednjim Davidovim riječima, bili su izbrojeni Levijevi sinovi od dvadeset godina naviše.
ὅτι ἐν τοῖς λόγοις Δαυιδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευι ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω
28 Bili su određeni da budu kraj Aronovih sinova u službi u Jahvinu Domu, u predvorjima i u dvoranama, da čiste sve svete stvari, da rade u službi oko Jahvina Doma,
ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ααρων τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ θεοῦ
29 oko prinesenih hljebova, oko sitnog brašna za prinos, oko beskvasnih kolača pripravljenih na tavi i u ulju zamiješenih i oko mjera za sadržaj i dužinu;
εἰς τοὺς ἄρτους τῆς προθέσεως εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον
30 da pristupaju svakoga jutra, da slave i hvale Jahvu; tako i večerom.
καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ οὕτως τὸ ἑσπέρας
31 A kad se god prinose paljenice Jahvi, subotom, za mlađaka i na blagdane, da dolaze prema svom broju, po svom redu, svagdje pred Jahvu.
καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ’ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ
32 I da vrše što treba vršiti u Šatoru sastanka, službu u Svetištu i službu za svoju braću, Aronove sinove, u službi oko Jahvina Doma.
καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ααρων ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου

< 1 Ljetopisa 23 >