< 耶利米书 27 >

1 犹大王约西亚的儿子约雅敬登基的时候,有这话从耶和华临到耶利米说:
λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα
2 “耶和华对我如此说:你做绳索与轭,加在自己的颈项上,
ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ
3 借那些来到耶路撒冷见犹大王西底家的使臣之手,把绳索与轭送到以东王、摩押王、亚扪王、泰尔王、西顿王那里,
ὅτι ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους
4 且嘱咐使臣,传与他们的主人说,万军之耶和华—以色列的 神如此说:
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες
5 我用大能和伸出来的膀臂,创造大地和地上的人民、牲畜。我看给谁相宜,就把地给谁。
ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται
6 现在我将这些地都交给我仆人巴比伦王尼布甲尼撒的手,我也将田野的走兽给他使用。
πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο ἐπελάθοντο κοίτης αὐτῶν
7 列国都必服事他和他的儿孙,直到他本国遭报的日期来到。那时,多国和大君王要使他作他们的奴仆。
πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτῶν εἶπαν μὴ ἀνῶμεν αὐτούς ἀνθ’ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν
8 “无论哪一邦哪一国,不肯服事这巴比伦王尼布甲尼撒,也不把颈项放在巴比伦王的轭下,我必用刀剑、饥荒、瘟疫刑罚那邦,直到我借巴比伦王的手将他们毁灭。这是耶和华说的。
ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων
9 至于你们,不可听从你们的先知和占卜的、圆梦的、观兆的,以及行邪术的;他们告诉你们说:‘你们不致服事巴比伦王。’
ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ καὶ παρατάξονται αὐτῇ ἐκεῖθεν ἁλώσεται ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή
10 他们向你们说假预言,要叫你们迁移,远离本地,以致我将你们赶出去,使你们灭亡。
καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται
11 但哪一邦肯把颈项放在巴比伦王的轭下服事他,我必使那邦仍在本地存留,得以耕种居住。这是耶和华说的。”
ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι
12 我就照这一切的话对犹大王西底家说:“要把你们的颈项放在巴比伦王的轭下,服事他和他的百姓,便得存活。
ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος
13 你和你的百姓为何要因刀剑、饥荒、瘟疫死亡,正如耶和华论到不服事巴比伦王的那国说的话呢?
ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς
14 不可听那些先知对你们所说的话;他们说:‘你们不致服事巴比伦王’,其实他们向你们说假预言。
παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ’ αὐτήν μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν
15 耶和华说:‘我并没有打发他们,他们却托我的名说假预言,好使我将你们和向你们说预言的那些先知赶出去,一同灭亡。’”
κατακροτήσατε ἐπ’ αὐτήν παρελύθησαν αἱ χεῖρες αὐτῆς ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν ἐκδικεῖτε ἐπ’ αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτῇ
16 我又对祭司和这众民说:“耶和华如此说:你们不可听那先知对你们所说的预言。他们说:‘耶和华殿中的器皿快要从巴比伦带回来’;其实他们向你们说假预言。
ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται
17 不可听从他们,只管服事巴比伦王便得存活。这城何致变为荒场呢?
πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξῶσαν αὐτόν ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος
18 他们若果是先知,有耶和华的话临到他们,让他们祈求万军之耶和华,使那在耶和华殿中和犹大王宫内,并耶路撒冷剩下的器皿,不被带到巴比伦去。(
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ
19 因为万军之耶和华论到柱子、铜海、盆座,并剩在这城里的器皿,
καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τῷ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ
20 就是巴比伦王尼布甲尼撒掳掠犹大王约雅敬的儿子耶哥尼雅,和犹大、耶路撒冷一切贵胄的时候所没有掠去的器皿。)
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας Ιουδα καὶ οὐ μὴ εὑρεθῶσιν ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς λέγει κύριος
21 论到那在耶和华殿中和犹大王宫内,并耶路撒冷剩下的器皿,万军之耶和华—以色列的 神如此说:
πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι
22 必被带到巴比伦存在那里,直到我眷顾以色列人的日子。那时,我必将这器皿带回来,交还此地。这是耶和华说的。”
φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων
πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν
ἐπιθήσονταί σοι καὶ ἁλώσῃ ὦ Βαβυλών καὶ οὐ γνώσῃ εὑρέθης καὶ ἐλήμφθης ὅτι τῷ κυρίῳ ἀντέστης
ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων
ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν μὴ γενέσθω αὐτῆς κατάλειμμα
ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοῖς ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν
καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον τοῦτο τὸ ἔθνος ὃ οὐκ ἤκουσεν τῆς φωνῆς κυρίου οὐδὲ ἐδέξατο παιδείαν ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεοῦ ἡμῶν
παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς παντὶ ἐντείνοντι τόξον παρεμβάλετε ἐπ’ αὐτὴν κυκλόθεν μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον τοῦ Ισραηλ
διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται εἶπεν κύριος
ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου
καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς
τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς
καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός κύριος παντοκράτωρ ὄνομα αὐτῷ κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ ὅπως ἐξάρῃ τὴν γῆν καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα
μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς
μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς καὶ παραλυθήσονται
μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς καὶ ἔσονται ὡσεὶ γυναῖκες μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς καὶ διασκορπισθήσονται
ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται ὅτι γῆ τῶν γλυπτῶν ἐστιν καὶ ἐν ταῖς νήσοις οὗ κατεκαυχῶντο
διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα
καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς εἶπεν κύριος οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου
ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς
τόξον καὶ ἐγχειρίδιον ἔχοντες ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει ἐφ’ ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ θύγατερ Βαβυλῶνος
ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ θλῖψις κατεκράτησεν αὐτοῦ ὠδῖνες ὡς τικτούσης
ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ’ αὐτὴν ἐπιστήσω ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ’ αὐτῶν
ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται

< 耶利米书 27 >