< 路加福音 13 >

1 就在这时候,有几个人向耶稣讲述了加利利人的事情,这几个人当时正在神庙献祭,但彼拉多却将他们杀死了。
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πειλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
2 耶稣问:“这些加利利人为什么遭受如此痛苦?是因为罪孽比其他加利利人更深重吗?
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν;
3 告诉你们,并非如此。除非你们悔改,否则也将如此灭亡。
οὐχί λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.
4 当年西罗亚的高塔倒塌时压死了十八个人,难道这些人的罪行比所有耶路撒冷的居民更大吗?
ἢ ἐκεῖνοι οἱ δεκαοκτώ, ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ;
5 告诉你们,并非如此。除非你们悔改,否则也将如此灭亡。”
οὐχί λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοήσητε, πάντες ὡσαύτως ἀπολεῖσθε.
6 然后耶稣讲了一个故事:“有一个人在葡萄园里种了一棵无花果树。一天他来到无花果树那里找果子,但没有找到。
Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
7 于是他对看园人说:‘这三年来我一直在找这棵无花果树的果子,却总是找不到,把它砍了吧!不要让它白白占了空间。’
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;
8 看园人说:‘主人,再多留它一年吧,我给它周围松松土,施施肥,
ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·
9 如果它结果了,那就太好了。如果没有结果,再砍它也不迟。’”
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.
10 安息日那天,耶稣在会堂向众人传道。
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.
11 一名恶灵附体的女人已经病了十八年,后背彻底弯曲,完全直不起来。
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συνκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
12 耶稣看见她,便把她叫过来说:“你可以摆脱这疾病了。”
ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι ἀπὸ τῆς ἀσθενείας σου,
13 然后耶稣双手按在她身上,她立刻直起腰,开始赞美上帝。
καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνορθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.
14 但因为今天是安息日,耶稣在这一天治病让会堂的主事很不高兴。他对民众说:“每星期有六天应当工作,你们可以在那六天求医,但安息日不行。”
ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
15 但主回答:“你这伪君子,这一天你们还是要把牛或者驴子从畜栏里放出来,牵去喝水,不是吗?
ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;
16 那么这女人作为亚伯拉罕的女儿,已经被撒旦困住十八年,难道不应当在安息日解开束缚,获得自由吗?”
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
17 听到这番话,反对耶稣的人都感到很羞愧,民众却因他的伟大之举而欢喜。
καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.
18 耶稣说:“上帝之国像什么呢?我要把它比作什么呢?
Ἔλεγεν οὖν· τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
19 它就像一粒芥菜种子,一个人把它种在自己的园子里,长成一棵树,天空的飞鸟会在它的枝头栖息。”
ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
20 他又问到:“我要把上帝之国比作什么呢?
Καὶ πάλιν εἶπεν· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;
21 它就像酵母,女人把它与三碗面粉混在一起,等着它发酵。”
ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
22 耶稣朝着耶路撒冷的方向走去,沿途穿乡过城,教化众人。
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα.
23 有一个人问他:“主啊,是不是只有很少的人才会得到救赎?” 他对众人说:
Εἶπεν δέ τις αὐτῷ· κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς·
24 “要努力穿过这条窄门,我告诉你们,将来会有许多人想要进去,但却进不去。
ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.
25 等到房子的主人起来关上门,你们就会站在门外敲门说:‘主人啊,请开门吧!’但他的回答是:‘我不认识你们,也不知道你们从哪里来。’
ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· κύριε, ἄνοιξον ἡμῖν, καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
26 这时候你们会说:‘但我们曾与你一起吃喝,你曾在我们的街道上教导我们。’
τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·
27 他会回复:‘告诉你们吧,我不认识你们,也不知道你们从何而来。你们这些作恶之人,从我这里离开!’
καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας.
28 当你们看见亚伯拉罕、以撒、雅各和众先知都已置身上帝之国,你们却被赶了出去,到时候必然有人痛苦不堪。
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
29 人们从四面八方赶来,在上帝之国坐下来用餐。
καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ Βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
30 后来者会排在前面,先来者会排在后面。”
καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31 这时候,有几个法利赛人对耶稣说:“你应该离开这里,因为希律想要杀你。”
Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι.
32 耶稣回答:“去告诉那个老狐狸,今天和明天我需要驱鬼治病,到了第三天,我就会完成来到这里的使命。
καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
33 但无论是今天、明天还是后天,我都必须前行,因为先知不能在耶路撒冷以外的地点死去。
πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.
34 耶路撒冷啊,耶路撒冷,你杀害先知,用石头把派给你的人砸死。我总是想把你的儿女召在一起,就像母鸡把小鸡聚在翅膀底下,只是你们不愿意。
Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνιξ τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
35 看吧,你们的家将变成荒芜。告诉你们,从今以后,你们再也不会看到我,除非你们说:‘祝福奉主之名前来之人。’”
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. λέγω ὑμῖν ὅτι οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

< 路加福音 13 >