< 1 Crónicas 6 >

1 Los hijos de Levi: Gersón, Coat y Merari.
υἱοὶ Λευι Γεδσων Κααθ καὶ Μεραρι
2 Los hijos de Coat: Amram, Izhar, Hebrón y Uziel.
καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
3 Los hijos de Amram: Aarón, Moisés y Miriam. Los hijos de Aarón: Nadab, Abiú, Eleazar e Itamar.
καὶ υἱοὶ Αμβραμ Ααρων καὶ Μωυσῆς καὶ Μαριαμ καὶ υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
4 Eleazar fue el padre de Finehas. Finehas fue el padre de Abisúa.
Ελεαζαρ ἐγέννησεν τὸν Φινεες Φινεες ἐγέννησεν τὸν Αβισου
5 Abisúa fue el padre de Buqui. Buqui fue el padre de Uzi;
Αβισου ἐγέννησεν τὸν Βωκαι Βωκαι ἐγέννησεν τὸν Οζι
6 Uzi fue el padre de Zeraías. Zeraías fue el padre de Meraioth.
Οζι ἐγέννησε τὸν Ζαραια Ζαραια ἐγέννησεν τὸν Μαριηλ
7 Meraiot fue el padre de Amarías. Amarías fue el padre de Ajitub.
καὶ Μαριηλ ἐγέννησεν τὸν Αμαρια καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ
8 Ajitub fue el padre de Sadok. Sadok fue el padre de Ahimaas.
καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Αχιμαας
9 Ahimaas fue el padre de Azarías. Azarías fue el padre de Johanán.
καὶ Αχιμαας ἐγέννησεν τὸν Αζαρια καὶ Αζαριας ἐγέννησεν τὸν Ιωαναν
10 Johanán fue el padre de Azarías (quien sirvió como sacerdote cuando Salomón construyó el Templo en Jerusalén).
καὶ Ιωανας ἐγέννησεν τὸν Αζαριαν οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμων ἐν Ιερουσαλημ
11 Azarías fue el padre de Amarías. Amarías fue el padre de Ajitub.
καὶ ἐγέννησεν Αζαρια τὸν Αμαρια καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ
12 Ajitub fue el padre de Sadoc. Sadoc fue el padre de Salum.
καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Σαλωμ
13 Salum fue el padre de Hilcías. Hilcías fue el padre de Azarías.
καὶ Σαλωμ ἐγέννησεν τὸν Χελκιαν καὶ Χελκιας ἐγέννησεν τὸν Αζαρια
14 Azarías fue el padre de Seraías, y Seraías fue el padre de Josadac.
καὶ Αζαριας ἐγέννησεν τὸν Σαραια καὶ Σαραιας ἐγέννησεν τὸν Ιωσαδακ
15 Josadac fue llevado al cautiverio cuando el Señor usó a Nabucodonosor para enviar a Judá y a Jerusalén al exilio.
καὶ Ιωσαδακ ἐπορεύθη ἐν τῇ μετοικίᾳ μετὰ Ιουδα καὶ Ιερουσαλημ ἐν χειρὶ Ναβουχοδονοσορ
16 Los hijos de Leví: Gersón, Coat y Merari.
υἱοὶ Λευι Γεδσων Κααθ καὶ Μεραρι
17 Estos son los nombres de los hijos de Gersón: Libni y Simei.
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων Λοβενι καὶ Σεμεϊ
18 Los hijos de Coat: Amram, Izhar, Hebrón y Uziel.
υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
19 Los hijos de Merari: Mahli y Musi. Estas son las familias de los levitas, que estaban ordenadas según sus padres:
υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι καὶ αὗται αἱ πατριαὶ τοῦ Λευι κατὰ πατριὰς αὐτῶν
20 Los descendientes de Gersón: Libni su hijo, Jehat su hijo, Zima su hijo,
τῷ Γεδσων τῷ Λοβενι υἱῷ αὐτοῦ Ιεεθ υἱὸς αὐτοῦ Ζεμμα υἱὸς αὐτοῦ
21 Joa su hijo, Iddo su hijo, Zera su hijo y Jeatherai su hijo.
Ιωαχ υἱὸς αὐτοῦ Αδδι υἱὸς αὐτοῦ Ζαρα υἱὸς αὐτοῦ Ιεθρι υἱὸς αὐτοῦ
22 Los descendientes de Coat: Aminadab su hijo; Coré su hijo; Asir su hijo,
υἱοὶ Κααθ Αμιναδαβ υἱὸς αὐτοῦ Κορε υἱὸς αὐτοῦ Ασιρ υἱὸς αὐτοῦ
23 Elcana su hijo; Ebiasaf su hijo; Asir su hijo;
Ελκανα υἱὸς αὐτοῦ καὶ Αβιασαφ υἱὸς αὐτοῦ Ασιρ υἱὸς αὐτοῦ
24 Tahat su hijo; Uriel su hijo; Uzías su hijo, y Saúl su hijo.
Θααθ υἱὸς αὐτοῦ Ουριηλ υἱὸς αὐτοῦ Οζια υἱὸς αὐτοῦ Σαουλ υἱὸς αὐτοῦ
25 Los descendientes de Elcana: Amasai, Ahimot,
καὶ υἱοὶ Ελκανα Αμασι καὶ Αχιμωθ
26 Elcana su hijo; Zofai su hijo; Nahat su hijo;
Ελκανα υἱὸς αὐτοῦ Σουφι υἱὸς αὐτοῦ καὶ Νααθ υἱὸς αὐτοῦ
27 Eliab su hijo, Jeroham su hijo; Elcana su hijo, y Samuel su hijo.
Ελιαβ υἱὸς αὐτοῦ Ιδαερ υἱὸς αὐτοῦ Ελκανα υἱὸς αὐτοῦ
28 Los hijos de Samuel: Joel (primogénito) y Abías (el segundo).
υἱοὶ Σαμουηλ ὁ πρωτότοκος Σανι καὶ Αβια
29 Los descendientes de Merari: Mahli, su hijo Libni, su hijo Simei, su hijo Uza,
υἱοὶ Μεραρι Μοολι Λοβενι υἱὸς αὐτοῦ Σεμεϊ υἱὸς αὐτοῦ Οζα υἱὸς αὐτοῦ
30 su hijo Simea, su hijo Haguía y su hijo Asaías.
Σομεα υἱὸς αὐτοῦ Αγγια υἱὸς αὐτοῦ Ασαια υἱὸς αὐτοῦ
31 Estos son los músicos que David designó para dirigir la música en la casa del Señor una vez que el Arca fuera colocada allí.
καὶ οὗτοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ
32 Ellos dirigieron la música y el canto ante el Tabernáculo, la Tienda de Reunión, hasta que Salomón construyó el Templo del Señor en Jerusalén. Servían siguiendo el reglamento que se les había dado.
καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν
33 Estos son los hombres que servían, junto con sus hijos: De los coatitas Hemán, el cantor, el hijo de Joel, el hijo de Samuel,
καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Κααθ Αιμαν ὁ ψαλτῳδὸς υἱὸς Ιωηλ υἱοῦ Σαμουηλ
34 hijo de Elcana, hijo de Jeroham, hijo de Eliel, hijo de Toa,
υἱοῦ Ελκανα υἱοῦ Ηδαδ υἱοῦ Ελιηλ υἱοῦ Θιε
35 hijo de Zuf, ehijo de Elcana, hijo de Mahat, hijo de Amasai,
υἱοῦ Σουφ υἱοῦ Ελκανα υἱοῦ Μεθ υἱοῦ Αμασιου
36 hijo de Elcana, hijo de Joel, hijo de Azarías, hijo de Sofonías,
υἱοῦ Ελκανα υἱοῦ Ιωηλ υἱοῦ Αζαρια υἱοῦ Σαφανια
37 hijo de Tahat, hijo de Asir, hijo de Ebiasaf, hijo de Coré,
υἱοῦ Θααθ υἱοῦ Ασιρ υἱοῦ Αβιασαφ υἱοῦ Κορε
38 hijo de Izhar, hijo de Coat, hijo de Leví, hijo de Israel.
υἱοῦ Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι υἱοῦ Ισραηλ
39 Asaf, pariente de Hemán, que servía junto a él a la derecha: Asaf hijo de Berequías, hijo de Simea,
καὶ ἀδελφὸς αὐτοῦ Ασαφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ Ασαφ υἱὸς Βαραχια υἱοῦ Σαμαα
40 hijo de Miguel, hijo de Baasías, hijo de Malaquías,
υἱοῦ Μιχαηλ υἱοῦ Μαασια υἱοῦ Μελχια
41 hijo de Etni, hijo de Zera, hijo de Adaías,
υἱοῦ Αθανι υἱοῦ Ζαραι υἱοῦ Αδια
42 hijo de Etán, hijo de Zima, hijo de Simei,
υἱοῦ Αιθαν υἱοῦ Ζαμμα υἱοῦ Σεμεϊ
43 hijo de Jahat, hijo de Gersón, hijo de Leví.
υἱοῦ Ηχα υἱοῦ Γεδσων υἱοῦ Λευι
44 A la izquierda de Hemán sirvieron los hijos de Merari: Etán hijo de Quisi, el hijo de Abdi, hijo de Malluch,
καὶ υἱοὶ Μεραρι ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν Αιθαν υἱὸς Κισαι υἱοῦ Αβδι υἱοῦ Μαλωχ
45 hijo de Hasabiah, hijo de Amasías, hijo de Hilcías,
υἱοῦ Ασεβι υἱοῦ Αμεσσια υἱοῦ Χελκιου
46 hijo de Amzi, hijo de Bani, hijo de Semer,
υἱοῦ Αμασαι υἱοῦ Βανι υἱοῦ Σεμμηρ
47 hijo de Mahli, hijo de Musi, hijo de Merari, hijo de Levi.
υἱοῦ Μοολι υἱοῦ Μουσι υἱοῦ Μεραρι υἱοῦ Λευι
48 Los demás levitas desempeñaban todas las demás funciones en el Tabernáculo, la casa de Dios.
καὶ ἀδελφοὶ αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ
49 Sin embargo, eran Aarón y sus descendientes quienes daban ofrendas en el altar de los holocaustos y en el altar del incienso y hacían todo el trabajo en el Lugar Santísimo, haciendo la expiación por Israel según todo lo que había ordenado Moisés, el siervo de Dios.
καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ
50 Los descendientes de Aarón fueron: Eleazar su hijo, Finees su hijo, Abisúa su hijo,
καὶ οὗτοι υἱοὶ Ααρων Ελεαζαρ υἱὸς αὐτοῦ Φινεες υἱὸς αὐτοῦ Αβισου υἱὸς αὐτοῦ
51 Buqui su hijo, Uzi su hijo, Zeraías su hijo,
Βωκαι υἱὸς αὐτοῦ Οζι υἱὸς αὐτοῦ Ζαραια υἱὸς αὐτοῦ
52 Meraioth su hijo, Amariah su hijo, Ahitub su hijo,
Μαριηλ υἱὸς αὐτοῦ Αμαρια υἱὸς αὐτοῦ Αχιτωβ υἱὸς αὐτοῦ
53 Zadok su hijo, y su hijo Ahimaas.
Σαδωκ υἱὸς αὐτοῦ Αχιμαας υἱὸς αὐτοῦ
54 Estos fueron los lugares que se les dieron para vivir como territorio asignado a los descendientes de Aarón, comenzando por el clan coatita, porque el suyo fue el primer lote:
καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν τοῖς υἱοῖς Ααρων τῇ πατριᾷ τοῦ Κααθι ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος
55 Recibieron Hebrón, en Judá, junto con los pastos que la rodean.
καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρων ἐν γῇ Ιουδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς
56 Pero los campos y las aldeas cercanas a la ciudad fueron entregados a Caleb hijo de Jefone.
καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλεβ υἱῷ Ιεφοννη
57 Así, los descendientes de Aarón recibieron Hebrón, una ciudad de refugio, Libna, Jatir, Estemoa,
καὶ τοῖς υἱοῖς Ααρων ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων τὴν Χεβρων καὶ τὴν Λοβνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Σελνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Εσθαμω καὶ τὰ περισπόρια αὐτῆς
58 Hilén, Debir,
καὶ τὴν Ιεθθαρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβιρ καὶ τὰ περισπόρια αὐτῆς
59 Asán, Juta y Bet Semes, junto con sus pastizales.
καὶ τὴν Ασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ατταν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμυς καὶ τὰ περισπόρια αὐτῆς
60 De la tribu de Benjamín recibieron Gabaón, Geba, Alemeth y Anathoth, junto con sus pastizales. Tenían un total de trece ciudades entre sus familias.
καὶ ἐκ φυλῆς Βενιαμιν τὴν Γαβεε καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμεθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αγχωχ καὶ τὰ περισπόρια αὐτῆς πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν
61 Los demás descendientes de Coat recibieron por sorteo diez ciudades de la media tribu de Manasés.
καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση κλήρῳ πόλεις δέκα
62 Los descendientes de Gersón, por familia, recibieron trece ciudades de las tribus de Isacar, Aser y Neftalí, y de la media tribu de Manasés en Basán.
καὶ τοῖς υἱοῖς Γεδσων κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ισσαχαρ ἐκ φυλῆς Ασηρ ἐκ φυλῆς Νεφθαλι ἐκ φυλῆς Μανασση ἐν τῇ Βασαν πόλεις τρισκαίδεκα
63 Los descendientes de Merari, por familia, recibieron doce ciudades de las tribus de Rubén, Gad y Zabulón.
καὶ τοῖς υἱοῖς Μεραρι κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβην ἐκ φυλῆς Γαδ ἐκ φυλῆς Ζαβουλων κλήρῳ πόλεις δέκα δύο
64 El pueblo de Israel dio a los levitas estas ciudades y sus pastizales.
καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν
65 A las ciudades ya mencionadas les asignaron por nombre las de las tribus de Judá, Simeón y Benjamín.
καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ιουδα καὶ ἐκ φυλῆς υἱῶν Συμεων τὰς πόλεις ταύτας ἃς ἐκάλεσεν αὐτὰς ἐπ’ ὀνόματος
66 Algunas de las familias coatitas recibieron como territorio ciudades de la tribu de Efraín.
καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Κααθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Εφραιμ
67 Se les dio Siquem, una ciudad de refugio, en la región montañosa de Efraín, Gezer,
καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων τὴν Συχεμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Εφραιμ καὶ τὴν Γαζερ καὶ τὰ περισπόρια αὐτῆς
68 Jocmeán, Bet-Horon,
καὶ τὴν Ιεκμααμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρων καὶ τὰ περισπόρια αὐτῆς
69 Aijalon y Gat Rimmon, junto con sus pastizales.
καὶ τὴν Εγλαμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμων καὶ τὰ περισπόρια αὐτῆς
70 De la mitad de la tribu de Manasés, el pueblo de Israel dio Aner y Bileam, junto con sus pastizales, al resto de las familias coatitas.
καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις
71 Los descendientes de Gersón recibieron lo siguiente. De la familia de la media tribu de Manasés Golán en Basán, y Astarot, junto con sus pastizales;
τοῖς υἱοῖς Γεδσων ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασση τὴν Γωλαν ἐκ τῆς Βασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ασηρωθ καὶ τὰ περισπόρια αὐτῆς
72 de la tribu de Isacar: Cedes, Daberat,
καὶ ἐκ φυλῆς Ισσαχαρ τὴν Κεδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερι καὶ τὰ περισπόρια αὐτῆς
73 Ramot y Anem, junto con sus pastizales;
καὶ τὴν Δαβωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αναμ καὶ τὰ περισπόρια αὐτῆς
74 de la tribu de Aser: Masal, Abdón,
καὶ ἐκ φυλῆς Ασηρ τὴν Μασαλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αβαραν καὶ τὰ περισπόρια αὐτῆς
75 Hucoc y Rehob, junto con sus pastizales;
καὶ τὴν Ικακ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροωβ καὶ τὰ περισπόρια αὐτῆς
76 y de la tribu de Neftalí: Cedes en Galilea, Hamón y Quiriatím, con sus pastizales.
καὶ ἀπὸ φυλῆς Νεφθαλι τὴν Κεδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαιμ καὶ τὰ περισπόρια αὐτῆς
77 Los demás descendientes de Merari recibieron lo siguiente. De la tribu de Zabulón Jocneam, Carta, Rimón y Tabor, con sus pastizales;
τοῖς υἱοῖς Μεραρι τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλων τὴν Ρεμμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαχχια καὶ τὰ περισπόρια αὐτῆς
78 de la tribu de Rubén, al este del Jordán, frente a Jericó: Beser (en el desierto), Jahzá,
καὶ ἐκ τοῦ πέραν τοῦ Ιορδάνου Ιεριχω κατὰ δυσμὰς τοῦ Ιορδάνου ἐκ φυλῆς Ρουβην τὴν Βοσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιασα καὶ τὰ περισπόρια αὐτῆς
79 Cedemot y Mefat, con sus pastizales
καὶ τὴν Καδημωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μωφααθ καὶ τὰ περισπόρια αὐτῆς
80 y de la tribu de Gad: Ramot de Galaad, Mahanaim,
καὶ ἐκ φυλῆς Γαδ τὴν Ραμωθ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναιμ καὶ τὰ περισπόρια αὐτῆς
81 Hesbón y Jazer, con sus pastizales.
καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς

< 1 Crónicas 6 >