< تثنیه 4 >

اکنون ای اسرائیل، به قوانینی که به شما یاد می‌دهم به دقت گوش کنید و اگر می‌خواهید زنده مانده، به سرزمینی که خداوند، خدای پدرانتان به شما داده است داخل شوید و آن را تصاحب کنید از این دستورها اطاعت نمایید. 1
καὶ νῦν Ισραηλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν
قوانین دیگری به اینها نیفزایید و چیزی کم نکنید، بلکه فقط این دستورها را اجرا کنید؛ زیرا این قوانین از جانب خداوند، خدایتان می‌باشد. 2
οὐ προσθήσετε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν καὶ οὐκ ἀφελεῖτε ἀπ’ αὐτοῦ φυλάσσεσθε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον
دیدید که چگونه یهوه خدایتان در بعل فغور همهٔ کسانی را که بت بعل را پرستیدند از بین برد، 3
οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τῷ Βεελφεγωρ ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγωρ ἐξέτριψεν αὐτὸν κύριος ὁ θεὸς ὑμῶν ἐξ ὑμῶν
ولی همگی شما که به خداوند، خدایتان وفادار بودید تا به امروز زنده مانده‌اید. 4
ὑμεῖς δὲ οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ὑμῶν ζῆτε πάντες ἐν τῇ σήμερον
تمام قوانینی را که یهوه، خدایم به من داده است، به شما یاد داده‌ام. پس وقتی به سرزمین موعود وارد شده، آن را تسخیر نمودید از این قوانین اطاعت کنید. 5
ἴδετε δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι κύριος ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν
اگر این دستورها را اجرا کنید به داشتن حکمت و بصیرت مشهور خواهید شد. زمانی که قومهای مجاور، این قوانین را بشنوند خواهند گفت: «این قوم بزرگ از چه حکمت و بصیرتی برخوردار است!» 6
καὶ φυλάξεσθε καὶ ποιήσετε ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο
هیچ قومی، هر قدر هم که بزرگ باشد، مثل ما خدایی مانند یهوه خدای ما ندارد که در بین آنها بوده، هر وقت او را بخوانند، فوری جواب دهد. 7
ὅτι ποῖον ἔθνος μέγα ᾧ ἐστιν αὐτῷ θεὸς ἐγγίζων αὐτοῖς ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα
هیچ قومی، هر قدر هم که بزرگ باشد، چنین احکام و قوانین عادلانه‌ای که امروز به شما یاد دادم، ندارد. 8
καὶ ποῖον ἔθνος μέγα ᾧ ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον
ولی مواظب باشید و دقت کنید مبادا در طول زندگی‌تان آنچه را که با چشمانتان دیده‌اید فراموش کنید. همهٔ این چیزها را به فرزندان و نوادگانتان تعلیم دهید. 9
πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου
به یاد آورید آن روزی را که در کوه حوریب در برابر خداوند ایستاده بودید و او به من گفت: «مردم را به حضور من بخوان و من به ایشان تعلیم خواهم داد تا یاد بگیرند همیشه مرا احترام کنند و دستورهای مرا به فرزندانشان بیاموزند.» 10
ἡμέραν ἣν ἔστητε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας ὅτε εἶπεν κύριος πρός με ἐκκλησίασον πρός με τὸν λαόν καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς καὶ τοὺς υἱοὺς αὐτῶν διδάξωσιν
شما در دامنهٔ کوه ایستاده بودید. ابرهای سیاه و تاریکی شدید اطراف کوه را فرا گرفته بود و شعله‌های آتش از آن به آسمان زبانه می‌کشید. 11
καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ σκότος γνόφος θύελλα φωνὴ μεγάλη
آنگاه خداوند از میان آتش با شما سخن گفت. شما کلامش را می‌شنیدید، ولی او را نمی‌دیدید. 12
καὶ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν
او قوانینی را که شما باید اطاعت کنید یعنی «ده فرمان» را اعلام فرمود و آنها را بر دو لوح سنگی نوشت. 13
καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ ἣν ἐνετείλατο ὑμῖν ποιεῖν τὰ δέκα ῥήματα καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας
آری، در همان وقت بود که خداوند به من دستور داد قوانینی را که باید بعد از رسیدن به سرزمین موعود اجرا کنید به شما یاد دهم. 14
καὶ ἐμοὶ ἐνετείλατο κύριος ἐν τῷ καιρῷ ἐκείνῳ διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις ποιεῖν αὐτὰ ὑμᾶς ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν
شما در آن روز در کوه حوریب وقتی که خداوند از میان آتش با شما سخن می‌گفت، شکل و صورتی از او ندیدید. پس مواظب باشید 15
καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ ᾗ ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν Χωρηβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός
مبادا با ساختن مجسمه‌ای از خدا خود را آلوده سازید، یعنی با ساختن بُتی به هر شکل، چه به صورت مرد یا زن، 16
μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ
و چه به صورت حیوان یا پرنده، 17
ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ ὃ πέταται ὑπὸ τὸν οὐρανόν
خزنده یا ماهی. 18
ὁμοίωμα παντὸς ἑρπετοῦ ὃ ἕρπει ἐπὶ τῆς γῆς ὁμοίωμα παντὸς ἰχθύος ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς
همچنین وقتی به آسمان نگاه می‌کنید و تمامی لشکر آسمان یعنی خورشید و ماه و ستارگان را که یهوه خدایتان برای تمام قومهای روی زمین آفریده است می‌بینید، آنها را پرستش نکنید. 19
καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς ἃ ἀπένειμεν κύριος ὁ θεός σου αὐτὰ πᾶσιν τοῖς ἔθνεσιν τοῖς ὑποκάτω τοῦ οὐρανοῦ
خداوند شما را از مصر، از آن کورهٔ آتش، بیرون آورد تا قوم خاص او و میراث او باشید، چنانکه امروز هستید. 20
ὑμᾶς δὲ ἔλαβεν ὁ θεὸς καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς ἐξ Αἰγύπτου εἶναι αὐτῷ λαὸν ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ
ولی به خاطر شما نسبت به من خشمناک گردید و به تأکید اعلام فرمود که من به آن سوی رود اردن یعنی به سرزمین حاصلخیزی که یهوه خدایتان به شما به میراث داده است نخواهم رفت. 21
καὶ κύριος ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ’ ὑμῶν καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ιορδάνην τοῦτον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς δίδωσίν σοι ἐν κλήρῳ
من اینجا در این سوی رودخانه خواهم مرد، ولی شما از رودخانه عبور خواهید کرد و آن زمین حاصلخیز را تصرف خواهید نمود. 22
ἐγὼ γὰρ ἀποθνῄσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ιορδάνην τοῦτον ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην
هوشیار باشید مبادا عهدی را که خداوند، خدایتان با شما بسته است بشکنید! اگر دست به ساختن هرگونه بُتی بزنید آن عهد را می‌شکنید، چون خداوند، خدایتان این کار را به کلی منع کرده است. 23
προσέχετε ὑμεῖς μὴ ἐπιλάθησθε τὴν διαθήκην κυρίου τοῦ θεοῦ ὑμῶν ἣν διέθετο πρὸς ὑμᾶς καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων ὧν συνέταξεν κύριος ὁ θεός σου
زیرا یهوه خدای شما آتشی سوزاننده و خدایی غیور است. 24
ὅτι κύριος ὁ θεός σου πῦρ καταναλίσκον ἐστίν θεὸς ζηλωτής
حتی اگر سالها در سرزمین موعود ساکن بوده، در آنجا صاحب فرزندان و نوادگان شده باشید، ولی با ساختن بت خود را آلوده کرده با گناهانتان یهوه خدایتان را خشمگین سازید، 25
ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν
زمین و آسمان را شاهد می‌آورم که در آن سرزمینی که با گذشتن از رود اردن آن را تصاحب خواهید کرد، نابود خواهید شد. عمرتان در آنجا کوتاه خواهد بود و به کلی نابود خواهید شد. 26
διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπ’ αὐτῆς ἀλλ’ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε
خداوند شما را در میان قومها پراکنده خواهد کرد و تعدادتان بسیار کم خواهد شد. 27
καὶ διασπερεῖ κύριος ὑμᾶς ἐν πᾶσιν τοῖς ἔθνεσιν καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν τοῖς ἔθνεσιν εἰς οὓς εἰσάξει κύριος ὑμᾶς ἐκεῖ
در آنجا، بتهایی را که از چوب و سنگ ساخته شده‌اند پرستش خواهید کرد، بتهایی که نه می‌بینند، نه می‌شنوند، نه می‌بویند و نه می‌خورند. 28
καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἔργοις χειρῶν ἀνθρώπων ξύλοις καὶ λίθοις οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθῶσιν
ولی اگر شما دوباره شروع به طلبیدن خداوند، خدایتان کنید، زمانی او را خواهید یافت که با تمام دل و جانتان او را طلبیده باشید. 29
καὶ ζητήσετε ἐκεῖ κύριον τὸν θεὸν ὑμῶν καὶ εὑρήσετε ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου
وقتی در سختی باشید و تمام این حوادث برای شما رخ دهد، آنگاه سرانجام به خداوند، خدایتان روی آورده، آنچه را که او به شما بگوید اطاعت خواهید کرد. 30
καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν καὶ ἐπιστραφήσῃ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ
یهوه، خدای شما رحیم است، پس او شما را ترک نکرده، نابود نخواهد نمود و عهدی را که با پدران شما بسته است فراموش نخواهد کرد. 31
ὅτι θεὸς οἰκτίρμων κύριος ὁ θεός σου οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου ἣν ὤμοσεν αὐτοῖς
در تمامی تاریخ، از وقتی که خدا انسان را روی زمین آفرید، از یک گوشهٔ آسمان تا گوشهٔ دیگر جستجو کنید و ببینید آیا می‌توانید چیزی شبیه به این پیدا کنید که 32
ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ εἰ γέγονεν κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο εἰ ἤκουσται τοιοῦτο
قومی صدای خدا را که از میان آتش با آنها سخن گفته است مثل شما شنیده و زنده مانده باشد! 33
εἰ ἀκήκοεν ἔθνος φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας
و آیا تا به حال خدایی کوشیده است که با فرستادن بلاهای ترسناک و آیات و معجزات و جنگ، و با دست نیرومند و بازوی افراشته و اعمال عظیم و ترسناک، قومی را از بردگی قومی دیگر رها سازد؟ ولی یهوه خدایتان همۀ این کارها را در برابر چشمان شما در مصر برای شما انجام داد. 34
εἰ ἐπείρασεν ὁ θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμῳ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος
خداوند این کارها را کرد تا شما بدانید که فقط او خداست و کسی دیگر مانند او وجود ندارد. 35
ὥστε εἰδῆσαί σε ὅτι κύριος ὁ θεός σου οὗτος θεός ἐστιν καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ
او هنگامی که از آسمان به شما تعلیم می‌داد اجازه داد که شما صدایش را بشنوید؛ او گذاشت که شما ستون بزرگ آتشش را روی زمین ببینید. شما حتی کلامش را از میان آتش شنیدید. 36
ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε καὶ ἐπὶ τῆς γῆς ἔδειξέν σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός
چون او پدران شما را دوست داشت و اراده نمود که فرزندانشان را برکت دهد، پس شخص شما را از مصر با نمایش عظیمی از قدرت خود بیرون آورد. 37
διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ’ αὐτοὺς ὑμᾶς καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τῇ ἰσχύι αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου
او قومهای دیگر را که قویتر و بزرگتر از شما بودند پراکنده نمود و سرزمینشان را به طوری که امروز مشاهده می‌کنید، به شما بخشید. 38
ἐξολεθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν καθὼς ἔχεις σήμερον
پس امروز به خاطر آرید و فراموش نکنید که خداوند، هم خدای آسمانها و هم خدای زمین است و هیچ خدایی غیر از او وجود ندارد! 39
καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ ὅτι κύριος ὁ θεός σου οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ
شما باید قوانینی را که امروز به شما می‌دهم اطاعت کنید تا خود و فرزندانتان کامیاب بوده، تا به ابد در سرزمینی که خداوند، خدایتان به شما می‌بخشد زندگی کنید. 40
καὶ φυλάξῃ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας
آنگاه موسی سه شهر در شرق رود اردن تعیین کرد 41
τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ιορδάνου ἀπὸ ἀνατολῶν ἡλίου
تا اگر کسی ناخواسته شخصی را بکشد بدون اینکه قبلاً با او دشمنی داشته باشد، برای فرار از خطر به آنجا پناه ببرد. 42
φυγεῖν ἐκεῖ τὸν φονευτήν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ τρίτης καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται
این شهرها عبارت بودند از: باصر واقع در اراضی مسطح بیابان برای قبیلهٔ رئوبین، راموت در جلعاد برای قبیلهٔ جاد، و جولان در باشان برای قبیلهٔ منسی. 43
τὴν Βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβην καὶ τὴν Ραμωθ ἐν Γαλααδ τῷ Γαδδι καὶ τὴν Γαυλων ἐν Βασαν τῷ Μανασση
وقتی قوم اسرائیل از مصر خارج شده و در شرق رود اردن در کنار شهر بیت‌فغور اردو زده بودند، موسی قوانین خدا را به آنها داد. (این همان سرزمینی بود که قبلاً اموری‌ها در زمان سلطنت سیحون پادشاه که پایتختش حشبون بود در آنجا سکونت داشتند و موسی و بنی‌اسرائیل وی را با مردمش نابود کردند. 44
οὗτος ὁ νόμος ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ισραηλ
45
ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
46
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν φάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γῇ Σηων βασιλέως τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων οὓς ἐπάταξεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου
آنها بر سرزمین او و بر سرزمین عوج، پادشاه باشان که هر دو از پادشاهان اموری‌های شرق رود اردن بودند غلبه یافتند. 47
καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ καὶ τὴν γῆν Ωγ βασιλέως τῆς Βασαν δύο βασιλέων τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου κατ’ ἀνατολὰς ἡλίου
این سرزمین از عروعیر در کنار رود ارنون تا کوه سریون که همان حرمون باشد، امتداد می‌یافت 48
ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηων ὅ ἐστιν Αερμων
و شامل تمام منطقهٔ شرق رود اردن که از جنوب به دریای مرده و از شرق به دامنهٔ کوه پیسگاه منتهی می‌شد، بود.) 49
πᾶσαν τὴν Αραβα πέραν τοῦ Ιορδάνου κατ’ ἀνατολὰς ἡλίου ὑπὸ Ασηδωθ τὴν λαξευτήν

< تثنیه 4 >