< غزل غزلها 6 >

محبوب تو کجا رفته است‌ای زیباترین زنان؟ محبوب تو کجا توجه نموده است تااو را با تو بطلبیم؟ ۱ 1
ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου ἡ καλὴ ἐν γυναιξίν ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ
محبوب من به باغ خویش و نزد باغچه های بلسان فرود شده است، تا در باغات بچراند وسوسنها بچیند. ۲ 2
ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα
من از آن محبوب خود ومحبوبم از آن من است. در میان سوسنها گله رامی چراند. ۳ 3
ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἀδελφιδός μου ἐμοὶ ὁ ποιμαίνων ἐν τοῖς κρίνοις
‌ای محبوبه من، تو مثل ترصه جمیل و ماننداورشلیم زیبا و مثل لشکرهای بیدق دار مهیب هستی. ۴ 4
καλὴ εἶ ἡ πλησίον μου ὡς εὐδοκία ὡραία ὡς Ιερουσαλημ θάμβος ὡς τεταγμέναι
چشمانت را از من برگردان زیرا آنها برمن غالب شده است. مویهایت مثل گله بزها است که بر جانب کوه جلعاد خوابیده باشند. ۵ 5
ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου ὅτι αὐτοὶ ἀνεπτέρωσάν με τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλααδ
دندانهایت مانند گله گوسفندان است که ازشستن برآمده باشند. و همگی آنها توام زاییده ودر آنها یکی هم نازاد نباشد. ۶ 6
ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς
شقیقه هایت درعقب برقع تو مانند پاره انار است. ۷ 7
ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου
شصت ملکه وهشتاد متعه و دوشیزگان بیشماره هستند. ۸ 8
ἑξήκοντά εἰσιν βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός
اما کبوتر من و کامله من یکی است. او یگانه مادرخویش و مختاره والده خود می‌باشد. دختران اورا دیده، خجسته گفتند. ملکه‌ها و متعه‌ها بر اونگریستند و او را مدح نمودند. ۹ 9
μία ἐστὶν περιστερά μου τελεία μου μία ἐστὶν τῇ μητρὶ αὐτῆς ἐκλεκτή ἐστιν τῇ τεκούσῃ αὐτῆς εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν
این کیست که مثل صبح می‌درخشد؟ ومانند ماه جمیل و مثل آفتاب طاهر و مانند لشکربیدق دار مهیب است؟ ۱۰ 10
τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος καλὴ ὡς σελήνη ἐκλεκτὴ ὡς ὁ ἥλιος θάμβος ὡς τεταγμέναι
به باغ درختان جوز فرود شدم تا سبزیهای وادی را بنگرم و ببینم که آیا مو شکوفه آورده وانار گل کرده است. ۱۱ 11
εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήμασιν τοῦ χειμάρρου ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος ἐξήνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί
بی‌آنکه ملتفت شوم که ناگاه جانم مرا مثل عرابه های عمیناداب ساخت. ۱۲ 12
οὐκ ἔγνω ἡ ψυχή μου ἔθετό με ἅρματα Αμιναδαβ
برگرد، برگرد‌ای شولمیت برگرد، برگرد تابر تو بنگریم. ۱۳ 13
ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν

< غزل غزلها 6 >