< اعداد 28 >

و خداوند موسی را خطاب کرده، گفت: ۱ 1
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
«بنی‌اسرائیل را امر فرموده، به ایشان بگو: مراقب باشید تا هدیه طعام مرا از قربانی های آتشین عطر خوشبوی من در موسمش نزد من بگذرانید. ۲ 2
ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου
و ایشان را بگو قربانی آتشین را که نزدخداوند بگذرانید، این است: دو بره نرینه یک ساله بی‌عیب، هر روز بجهت قربانی سوختنی دائمی. ۳ 3
καὶ ἐρεῖς πρὸς αὐτούς ταῦτα τὰ καρπώματα ὅσα προσάξετε κυρίῳ ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς
یک بره را در صبح قربانی کن و بره دیگررا در عصر قربانی کن. ۴ 4
τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν
و یک عشر ایفه آرد نرم مخلوط شده با یک ربع هین روغن زلال برای هدیه آردی. ۵ 5
καὶ ποιήσεις τὸ δέκατον τοῦ οιφι σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν
این است قربانی سوختنی دائمی که در کوه سینا بجهت عطر خوشبو و قربانی آتشین خداوند معین شد. ۶ 6
ὁλοκαύτωμα ἐνδελεχισμοῦ ἡ γενομένη ἐν τῷ ὄρει Σινα εἰς ὀσμὴν εὐωδίας κυρίῳ
و هدیه ریختنی آن یک ربع هین بجهت هر بره‌ای باشد، این هدیه ریختنی مسکرات را برای خداوند در قدس بریز. ۷ 7
καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ιν τῷ ἀμνῷ τῷ ἑνί ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σικερα κυρίῳ
و بره دیگر را در عصر قربانی کن، مثل هدیه آردی صبح و مثل هدیه ریختنی آن بگذران تاقربانی آتشین و عطر خوشبو برای خداوند باشد. ۸ 8
καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας κυρίῳ
«و در روز سبت دو بره یک ساله بی‌عیب، ودو عشر ایفه آرد نرم سرشته شده با روغن، بجهت هدیه آردی با هدیه ریختنی آن. ۹ 9
καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν
این است قربانی سوختنی هر روز سبت سوای قربانی سوختنی دائمی با هدیه ریختنی آن. ۱۰ 10
ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς καὶ τὴν σπονδὴν αὐτοῦ
«و در اول ماههای خود قربانی سوختنی برای خداوند بگذرانید، دو گاو جوان و یک قوچ و هفت بره نرینه یک ساله بی‌عیب. ۱۱ 11
καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους
و سه عشرایفه آرد نرم سرشته شده با روغن بجهت هدیه آردی برای هر گاو، و دو عشر آرد نرم سرشته شده با روغن، بجهت هدیه آردی برای هر قوچ. ۱۲ 12
τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί
و یک عشر آرد نرم سرشته شده با روغن، بجهت هدیه آردی برای هر بره، تا قربانی سوختنی، عطر خوشبو و هدیه آتشین برای خداوند باشد. ۱۳ 13
δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ
و هدایای ریختنی آنها نصف هین شراب برای هر گاو، و ثلث هین برای هر قوچ، و ربع هین برای هر بره باشد. این است قربانی سوختنی هر ماه از ماههای سال. ۱۴ 14
ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ιν ἔσται τῷ μόσχῳ τῷ ἑνί καὶ τὸ τρίτον τοῦ ιν ἔσται τῷ κριῷ τῷ ἑνί καὶ τὸ τέταρτον τοῦ ιν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου τοῦτο ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ
و یک بز نربجهت قربانی گناه سوای قربانی سوختنی دائمی، با هدیه ریختنی آن برای خداوند قربانی بشود. ۱۵ 15
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας κυρίῳ ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτοῦ
«و در روز چهاردهم ماه اول، فصح خداوند است. ۱۶ 16
καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς πασχα κυρίῳ
و در روز پانزدهم این ماه، عید است که هفت روز نان فطیر خورده شود. ۱۷ 17
καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
در روز اول، محفل مقدس است که هیچ کار خدمت در آن نکنید. ۱۸ 18
καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε
و بجهت هدیه آتشین و قربانی سوختنی برای خداوند، دو گاو جوان و یک قوچ و هفت بره نرینه یک ساله قربانی کنید، اینها برای شما بی‌عیب باشد. ۱۹ 19
καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα κυρίῳ μόσχους ἐκ βοῶν δύο κριὸν ἕνα ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἄμωμοι ἔσονται ὑμῖν
و بجهت هدیه آردی آنهاسه عشر آرد نرم سرشته شده با روغن برای هرگاو، و دو عشر برای هر قوچ بگذرانید. ۲۰ 20
καὶ ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί
و یک عشر برای هر بره، از آن هفت بره بگذران. ۲۱ 21
δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς
ویک بز نر بجهت قربانی گناه تا برای شما کفاره شود. ۲۲ 22
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν
اینها را سوای قربانی سوختنی صبح که قربانی سوختنی دائمی است، بگذرانید. ۲۳ 23
πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς τῆς πρωινῆς ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ
به اینطور هر روز از آن هفت روز، طعام هدیه آتشین، عطر خوشبو برای خداوند بگذرانید، واین سوای قربانی سوختنی دائمی گذرانیده شود، با هدیه ریختنی آن. ۲۴ 24
ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ
و در روز هفتم، برای شمامحفل مقدس باشد. هیچ کار خدمت در آن نکنید. ۲۵ 25
καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ
«و در روز نوبرها چون هدیه آردی تازه درعید هفته های خود برای خداوند بگذرانید، محفل مقدس برای شما باشد و هیچ کار خدمت در آن مکنید. ۲۶ 26
καὶ τῇ ἡμέρᾳ τῶν νέων ὅταν προσφέρητε θυσίαν νέαν κυρίῳ τῶν ἑβδομάδων ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε
و بجهت قربانی سوختنی برای عطر خوشبوی خداوند دو گاو جوان و یک قوچ و هفت بره نرینه یک ساله قربانی کنید. ۲۷ 27
καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ μόσχους ἐκ βοῶν δύο κριὸν ἕνα ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἀμώμους
و هدیه آردی آنها سه عشر آرد نرم سرشته شده با روغن برای هر گاو، و دو عشر برای هر قوچ. ۲۸ 28
ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί
و یک عشر برای هر بره، از آن هفت بره. ۲۹ 29
δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς
و یک بز نر تا برای شما کفاره شود. ۳۰ 30
καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν
اینها را با هدیه آردی آنها و هدایای ریختنی آنها سوای قربانی سوختنی دائمی بگذرانید و برای شما بی‌عیب باشد. ۳۱ 31
πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντός καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι ἄμωμοι ἔσονται ὑμῖν καὶ τὰς σπονδὰς αὐτῶν

< اعداد 28 >