< پیدایش 26 >

و قحطی در آن زمین حادث شد، غیرآن قحط اول، که در ایام ابراهیم بود. واسحاق نزد ابی ملک، پادشاه فلسطینیان به جراررفت. ۱ 1
ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα
و خداوند بر وی ظاهر شده، گفت: «به مصر فرود میا، بلکه به زمینی که به تو بگویم ساکن شو. ۲ 2
ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς Αἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω
در این زمین توقف نما، و با تو خواهم بود، وتو را برکت خواهم داد، زیرا که به تو و ذریت تو، تمام این زمین را می‌دهم، و سوگندی را که باپدرت ابراهیم خوردم، استوار خواهم داشت. ۳ 3
καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Αβρααμ τῷ πατρί σου
وذریتت را مانند ستارگان آسمان کثیر گردانم، وتمام این زمینها را به ذریت تو بخشم، و از ذریت تو جمیع امتهای جهان برکت خواهند یافت. ۴ 4
καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς
زیرا که ابراهیم قول مرا شنید، و وصایا و اوامر وفرایض و احکام مرا نگاه داشت.» ۵ 5
ἀνθ’ ὧν ὑπήκουσεν Αβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου
پس اسحاق در جرار اقامت نمود. ۶ 6
καὶ κατῴκησεν Ισαακ ἐν Γεραροις
و مردمان آن مکان درباره زنش از او جویا شدند. گفت: «او خواهر من است، » زیرا ترسید که بگوید: «زوجه من است، » مبادا اهل آنجا، او را به‌خاطررفقه که نیکومنظر بود، بکشند. ۷ 7
ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν
و چون در آنجامدتی توقف نمود، چنان افتاد که ابی ملک، پادشاه فلسطینیان، از دریچه نظاره کرد، و دید که اینک اسحاق با زوجه خود رفقه، مزاح می‌کند. ۸ 8
ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ
پس ابی ملک، اسحاق را خوانده، گفت: «همانا این زوجه توست! پس چرا گفتی که خواهر من است؟» اسحاق بدو گفت: «زیرا گفتم که مبادابرای وی بمیرم.» ۹ 9
ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ Ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δῑ αὐτήν
ابی ملک گفت: «این چه‌کاراست که با ما کردی؟ نزدیک بود که یکی از قوم، بازوجه ات همخواب شود، و بر ما جرمی آورده باشی.» ۱۰ 10
εἶπεν δὲ αὐτῷ Αβιμελεχ τί τοῦτο ἐποίησας ἡμῖν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ’ ἡμᾶς ἄγνοιαν
و ابی ملک تمامی قوم را قدغن فرموده، گفت: «کسی‌که متعرض این مرد و زوجه‌اش بشود، هر آینه خواهد مرد.» ۱۱ 11
συνέταξεν δὲ Αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται
و اسحاق در آن زمین زراعت کرد، و در آن سال صد چندان پیدا نمود؛ و خداوند او را برکت داد. ۱۲ 12
ἔσπειρεν δὲ Ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος
و آن مرد بزرگ شده، آن فان ترقی می‌نمود، تا بسیار بزرگ گردید. ۱۳ 13
καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα
و او را گله گوسفندان و مواشی گاوان و غلامان کثیر بود، وفلسطینیان بر او حسد بردند. ۱۴ 14
ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ
و همه چاههایی که نوکران پدرش در ایام پدرش ابراهیم، کنده بودند، فلسطینیان آنها را بستند، و از خاک پرکردند. ۱۵ 15
καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς
و ابی ملک به اسحاق گفت: «از نزد مابرو، زیرا که از ما بسیار بزرگتر شده‌ای.» ۱۶ 16
εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ ἄπελθε ἀφ’ ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα
پس اسحاق از آنجا برفت، و در وادی جرارفرود آمده، در آنجا ساکن شد. ۱۷ 17
καὶ ἀπῆλθεν ἐκεῖθεν Ισαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεραρων καὶ κατῴκησεν ἐκεῖ
و چاههای آب را، که در ایام پدرش ابراهیم کنده بودند، وفلسطینیان آنها را بعد از وفات ابراهیم بسته بودند، اسحاق از سر نو کند، و آنها را مسمی نمودبه نامهایی که پدرش آنها را نامیده بود. ۱۸ 18
καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες Αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν Αβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν Αβρααμ ὁ πατὴρ αὐτοῦ
ونوکران اسحاق در آن وادی حفره زدند، و چاه آب زنده‌ای در آنجا یافتند. ۱۹ 19
καὶ ὤρυξαν οἱ παῖδες Ισαακ ἐν τῇ φάραγγι Γεραρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος
و شبانان جرار، باشبانان اسحاق، منازعه کرده، گفتند: «این آب ازآن ماست!» پس آن چاه را عسق نامید، زیرا که باوی منازعه کردند. ۲۰ 20
καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τῶν ποιμένων Ισαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία ἠδίκησαν γὰρ αὐτόν
و چاهی دیگر کندند، همچنان برای آن نیز جنگ کردند، و آن را سطنه نامید. ۲۱ 21
ἀπάρας δὲ Ισαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία
و از آنجا کوچ کرده، چاهی دیگر کند، وبرای آن جنگ نکردند، پس آن را رحوبوت نامیده، گفت: «که اکنون خداوند ما را وسعت داده است، و در زمین، بارور خواهیم شد.» ۲۲ 22
ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία λέγων διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς
پس از آنجا به بئرشبع آمد. ۲۳ 23
ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου
در همان شب، خداوند بر وی ظاهر شده، گفت: «من خدای پدرت، ابراهیم، هستم. ترسان مباش زیراکه من با تو هستم، و تو را برکت می‌دهم، و ذریت تو را بخاطر بنده خود، ابراهیم، فراوان خواهم ساخت.» ۲۴ 24
καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ἐγώ εἰμι ὁ θεὸς Αβρααμ τοῦ πατρός σου μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου
و مذبحی در آنجا بنا نهاد و نام یهوه را خواند، و خیمه خود را برپا نمود، و نوکران اسحاق، چاهی در آنجا کندند. ۲۵ 25
καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ισαακ φρέαρ
و ابی ملک، به اتفاق یکی از اصحاب خود، احزات نام، وفیکول، که سپهسالار او بود، از جرار به نزد اوآمدند. ۲۶ 26
καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ
و اسحاق بدیشان گفت: «چرا نزد من آمدید، با آنکه با من عداوت نمودید، و مرا از نزدخود راندید؟» ۲۷ 27
καὶ εἶπεν αὐτοῖς Ισαακ ἵνα τί ἤλθατε πρός με ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ’ ὑμῶν
گفتند: «به تحقیق فهمیده‌ایم که خداوند با توست. پس گفتیم سوگندی در میان ماو تو باشد، و عهدی با تو ببندیم. ۲۸ 28
καὶ εἶπαν ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην
تا با ما بدی نکنی چنانکه به تو ضرری نرساندیم، بلکه غیر ازنیکی به تو نکردیم، و تو را به سلامتی روانه نمودیم، و اکنون مبارک خداوند هستی.» ۲۹ 29
μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου
آنگاه برای ایشان ضیافتی برپا نمود، وخوردند و آشامیدند. ۳۰ 30
καὶ ἐποίησεν αὐτοῖς δοχήν καὶ ἔφαγον καὶ ἔπιον
بامدادان برخاسته، بایکدیگر قسم خوردند، و اسحاق ایشان را وداع نمود. پس، از نزد وی به سلامتی رفتند. ۳۱ 31
καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας
و درآن روز چنان افتاد که نوکران اسحاق آمده، او را ازآن چاهی که می‌کندند خبر داده، گفتند: «آب یافتیم!» ۳۲ 32
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ
پس آن را شبعه نامید. از این سبب آن شهر، تا امروز بئرشبع نام دارد. ۳۳ 33
καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας
و چون عیسوچهل ساله بود، یهودیه، دختر بیری حتی، وبسمه، دختر ایلون حتی را به زنی گرفت. ۳۴ 34
ἦν δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ιουδιν τὴν θυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων τοῦ Ευαίου
وایشان باعث تلخی جان اسحاق و رفقه شدند. ۳۵ 35
καὶ ἦσαν ἐρίζουσαι τῷ Ισαακ καὶ τῇ Ρεβεκκα

< پیدایش 26 >