< جامعه 5 >

چون به خانه خدا بروی، پای خود را نگاه دار زیرا تقرب جستن به جهت استماع، ازگذرانیدن قربانی های احمقان بهتر است، چونکه ایشان نمی دانند که عمل بد می‌کنند. ۱ 1
φύλαξον πόδα σου ἐν ᾧ ἐὰν πορεύῃ εἰς οἶκον τοῦ θεοῦ καὶ ἐγγὺς τοῦ ἀκούειν ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου ὅτι οὔκ εἰσιν εἰδότες τοῦ ποιῆσαι κακόν
با دهان خود تعجیل منما و دلت برای گفتن سخنی به حضور خدا نشتابد زیرا خدا در آسمان است و تو بر زمین هستی پس سخنانت کم باشد. ۲ 2
μὴ σπεῦδε ἐπὶ στόματί σου καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ καὶ σὺ ἐπὶ τῆς γῆς ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι
زیراخواب از کثرت مشقت پیدا می‌شود و آواز احمق از کثرت سخنان. ۳ 3
ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει περισπασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων
چون برای خدا نذر نمایی دروفای آن تاخیر منما زیرا که او از احمقان خشنودنیست؛ پس به آنچه نذر کردی وفا نما. ۴ 4
καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν σὺν ὅσα ἐὰν εὔξῃ ἀπόδος
بهتراست که نذر ننمایی از اینکه نذر نموده، وفا نکنی. ۵ 5
ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι
مگذار که دهانت جسد تو را خطاکار سازد و درحضور فرشته مگو که این سهو شده است. چراخدا به‌سبب قول تو غضبناک شده، عمل دستهایت را باطل سازد؟ ۶ 6
μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι ἄγνοιά ἐστιν ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου
زیرا که این از کثرت خوابها و اباطیل و کثرت سخنان است؛ لیکن تو ازخدا بترس. ۷ 7
ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιότητες καὶ λόγοι πολλοί ὅτι σὺν τὸν θεὸν φοβοῦ
اگر ظلم را بر فقیران و برکندن انصاف وعدالت را در کشوری بینی، از این امر مشوش مباش زیرا آنکه بالاتر از بالا است ملاحظه می‌کندو حضرت اعلی فوق ایشان است. ۸ 8
ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι καὶ ὑψηλοὶ ἐπ’ αὐτούς
و منفعت زمین برای همه است بلکه مزرعه، پادشاه را نیزخدمت می‌کند. ۹ 9
καὶ περισσεία γῆς ἐν παντί ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου
آنکه نقره را دوست دارد ازنقره سیر نمی شود، و هر‌که توانگری را دوست دارد از دخل سیر نمی شود. این نیز بطالت است. ۱۰ 10
ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτῶν γένημα καί γε τοῦτο ματαιότης
چون نعمت زیاده شود، خورندگانش زیادمی شوند؛ و به جهت مالکش چه منفعت است غیراز آنکه آن را به چشم خود می‌بیند؟ ۱۱ 11
ἐν πλήθει τῆς ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν καὶ τί ἀνδρεία τῷ παρ’ αὐτῆς ὅτι ἀλλ’ ἢ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ
خواب عمله شیرین است خواه کم و خواه زیاد بخورد، اما سیری مرد دولتمند او رانمی گذارد که بخوابد. ۱۲ 12
γλυκὺς ὕπνος τοῦ δούλου εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι
بلایی سخت بود که آن را زیر آفتاب دیدم یعنی دولتی که صاحبش آن را برای ضرر خود نگاه داشته بود. ۱۳ 13
ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον πλοῦτον φυλασσόμενον τῷ παρ’ αὐτοῦ εἰς κακίαν αὐτοῦ
و آن دولت از حادثه بد ضایع شد و پسری آورد اما چیزی در دست خودنداشت. ۱۴ 14
καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ καὶ ἐγέννησεν υἱόν καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν
چنانکه از رحم مادرش بیرون آمد، همچنان برهنه به حالتی که آمد خواهد برگشت واز مشقت خود چیزی نخواهد یافت که به‌دست خود ببرد. ۱۵ 15
καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει καὶ οὐδὲν οὐ λήμψεται ἐν μόχθῳ αὐτοῦ ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ
و این نیز بلای سخت است که از هرجهت چنانکه آمد همچنین خواهد رفت؛ و او راچه منفعت خواهد بود از اینکه در‌پی باد زحمت کشیده است؟ ۱۶ 16
καί γε τοῦτο πονηρὰ ἀρρωστία ὥσπερ γὰρ παρεγένετο οὕτως καὶ ἀπελεύσεται καὶ τίς περισσεία αὐτῷ ᾗ μοχθεῖ εἰς ἄνεμον
و تمامی ایام خود را در تاریکی می‌خورد و با بیماری و خشم، بسیار محزون می‌شود. ۱۷ 17
καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ πένθει καὶ θυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ
اینک آنچه من دیدم که خوب و نیکومی باشد، این است که انسان در تمامی ایام عمرخود که خدا آن را به او می‌بخشد بخورد و بنوشدو از تمامی مشقتی که زیر آسمان می‌کشد به نیکویی تمتع ببرد زیرا که نصیبش همین است. ۱۸ 18
ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν ὅ ἐστιν καλόν τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ ἐὰν μοχθῇ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ ὧν ἔδωκεν αὐτῷ ὁ θεός ὅτι αὐτὸ μερὶς αὐτοῦ
و نیز هر انسانی که خدا دولت و اموال به اوببخشد و او را قوت عطا فرماید که از آن بخورد ونصیب خود را برداشته، از محنت خود مسرورشود، این بخشش خدا است. ۱۹ 19
καί γε πᾶς ὁ ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν τοῦ φαγεῖν ἀπ’ αὐτοῦ καὶ τοῦ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ τοῦτο δόμα θεοῦ ἐστιν
زیرا روزهای عمر خود را بسیار به یاد نمی آورد چونکه خدا اورا از شادی دلش اجابت فرموده است. ۲۰ 20
ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ

< جامعه 5 >