< 1 تسالونیکیان 1 >

پولس و سلوانس و تیموتاوس، به کلیسای تسالونیکیان که در خدای پدر وعیسی مسیح خداوند می‌باشید. فیض و سلامتی از جانب پدر ما خدا و عیسی مسیح خداوند با شما باد. ۱ 1
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη.
پیوسته درباره جمیع شما خدا را شکرمی کنیم و دائم در دعاهای خود شما را ذکرمی نماییم، ۲ 2
Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
چون اعمال ایمان شما و محنت محبت و صبر امید شما را در خداوند ما عیسی مسیح در حضور خدا و پدر خود یاد می‌کنیم. ۳ 3
μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν·
زیرا که‌ای برادران و‌ای عزیزان خدا، ازبرگزیده شدن شما مطلع هستیم، ۴ 4
εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ θεοῦ, τὴν ἐκλογὴν ὑμῶν·
زیرا که انجیل ما بر شما محض سخن وارد نشده، بلکه با قوت وروح‌القدس و یقین کامل، چنانکه می‌دانید که درمیان شما بخاطر شما چگونه مردمان شدیم. ۵ 5
ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ [ἐν] πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν [ἐν] ὑμῖν δι᾽ ὑμᾶς·
وشما به ما و به خداوند اقتدا نمودید و کلام را درزحمت شدید، با خوشی روح‌القدس پذیرفتید، ۶ 6
καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
به حدی که شما جمیع ایمانداران مکادونیه واخائیه را نمونه شدید، ۷ 7
ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
بنوعی که از شما کلام خداوند نه فقط در مکادونیه و اخائیه نواخته شد، بلکه در هرجا ایمان شما به خدا شیوع یافت، بقسمی که احتیاج نیست که ما چیزی بگوییم، ۸ 8
ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι.
زیرا خود ایشان درباره ما خبر می‌دهند که چه قسم وارد به شما شدیم و به چه نوع شما از بتها به سوی خدا بازگشت کردید تا خدای حی حقیقی را بندگی نمایید، ۹ 9
αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ,
و تا پسر او را از آسمان انتظاربکشید که او را از مردگان برخیزانید، یعنی عیسی که ما را از غضب آینده می‌رهاند. ۱۰ 10
καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.

< 1 تسالونیکیان 1 >