< اول تواریخ 5 >

و پسران رؤبين نخست زاده اسرائيل اينانند: (زيرا که او نخست زاده بود و اما به سبب بي عصمت ساختن بستر پدرخويش، حق نخست زادگي او به پسران يوسف بن اسرائيل داده شد. از اين جهت نسب نامه او بر حسب نخست زادگي ثبت نشده بود. ۱ 1
καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ ὅτι οὗτος ὁ πρωτότοκος καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ιωσηφ υἱῷ Ισραηλ καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια
زيرا يهُودا بر برادران خود برتري يافت و پادشاه از او بود؛ اما نخست زادگي از آن يوسف بود). ۲ 2
ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ καὶ ἡ εὐλογία τοῦ Ιωσηφ
پس پسران رؤبين نخست زاده اسرائيل: حَنوک و فَلُّو و حَصرون و کَرمي. ۳ 3
υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Αρσων καὶ Χαρμι
و پسران يوئيل: پسرش شَمَعيا و پسرش جوج و پسرش شِمعِي؛ ۴ 4
υἱοὶ Ιωηλ Σεμεϊ καὶ Βαναια υἱὸς αὐτοῦ καὶ υἱοὶ Γουγ υἱοῦ Σεμεϊ
و پسرش ميکا و پسرش رَآيا و پسرش بَعل؛ ۵ 5
υἱὸς αὐτοῦ Μιχα υἱὸς αὐτοῦ Ρηχα υἱὸς αὐτοῦ Βααλ
و پسرش بَئيرَه که تِلغَت فِلناسَر پادشاه اَشُّور او را به اسيري بُرد و او رئيس رؤبينيان بود. ۶ 6
υἱὸς αὐτοῦ Βεηρα ὃν μετῴκισεν Θαγλαθφαλνασαρ βασιλεὺς Ασσουρ οὗτος ἄρχων τῶν Ρουβην
و برادرانش بر حسب قبايل ايشان وقتي که نسب نامه مواليد ايشان ثبت گرديد، مقدم ايشان يعِيئيل بود و زَکريا، ۷ 7
καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια
و بالع بن عَزاز بن شامع بن يوئيل که در عَرُوعير تانَبُو و بَعل مَعُون ساکن بود، ۸ 8
καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ οὗτος κατῴκησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων
و به طرف مشرق تا مدخل بيابان از نهر فرات سکنا گرفت، زيرا که مواشي ايشان در زمين جِلعاد زياده شد. ۹ 9
καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλααδ
و در ايام شاؤل ايشان با حاجريان جنگ کردند و آنها به دست ايشان افتادند و در خيمه هاي آنها در تمامي اطراف شرقي جِلعاد ساکن شدند. ۱۰ 10
καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ’ ἀνατολὰς τῆς Γαλααδ
و بني جاد در مقابل ايشان در زمين باشان تا سَلخَه ساکن بودند. ۱۱ 11
υἱοὶ Γαδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασαν ἕως Σελχα
و مقدّم ايشان يوئيل بود و دومين شافام و يعناي و شافاط در باشان(ساکن بود). ۱۲ 12
Ιωηλ ὁ πρωτότοκος καὶ Σαφαμ ὁ δεύτερος καὶ Ιανι ὁ γραμματεὺς ἐν Βασαν
و برادران ايشان بر حسب خانه هاي آباي ايشان، ميکائيل و مَشُلام و شَبَع و يوراي و يعکان و زِيع و عابَر که هفت نفر باشند. ۱۳ 13
καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν Μιχαηλ Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ ἑπτά
اينانند پسران اَبيحايل بن حوري ابن ياروح بن جِلعاد بن ميکائيل بن يشيشاي بن يحدُو ابن بوز. ۱۴ 14
οὗτοι υἱοὶ Αβιχαιλ υἱοῦ Ουρι υἱοῦ Ιδαι υἱοῦ Γαλααδ υἱοῦ Μιχαηλ υἱοῦ Ισαι υἱοῦ Ιουρι υἱοῦ Ζαβουχαμ
اَخي ابن عَبديئيل بن جوني رئيس خاندان آباي ايشان. ۱۵ 15
υἱοῦ Αβδιηλ υἱοῦ Γουνι ἄρχων οἴκου πατριῶν
و ايشان در جِلعادِ باشان و قريه هايش و در تمامي نواحي شارون تا حدود آنها ساکن بودند. ۱۶ 16
κατῴκουν ἐν Γαλααδ ἐν Βασαν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου
نسب نامه جميع اينها در ايام يوتام پادشاه يهودا و در ايام يرُبعام پادشاه اسرائيل ثبت گرديد. ۱۷ 17
πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ιωαθαμ βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ βασιλέως Ισραηλ
از بني رؤبين و جاديان و نصف سبط مَنَّسي شجاعان و مرداني که سپر شمشير برمي داشتند و تيراندازان و جنگ آزمودگان که به جنگ بيرون مي رفتند، چهل و هزار و هفت صد و شصت نفر بودند. ۱۸ 18
υἱοὶ Ρουβην καὶ Γαδ καὶ ἥμισυ φυλῆς Μανασση ἐξ υἱῶν δυνάμεως ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν
و ايشان با حاجريان و يطُور و نافيش و نوداب مقاتله نمودند. ۱۹ 19
καὶ ἐποίουν πόλεμον μετὰ τῶν Αγαρηνῶν καὶ Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων
و بر ايشان نصرت يافتند و حاجريان و جميع رفقاي آنها به دست ايشان تسليم شدند زيرا که در حين جنگ نزد خدا استغاثه نمودند و او ايشان را چونکه بر او توکل نمودند، اجابت فرمود. ۲۰ 20
καὶ κατίσχυσαν ἐπ’ αὐτῶν καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς ὅτι ἤλπισαν ἐπ’ αὐτόν
پس از مواشي ايشان، پنجاه هزار شتر و دويست و پنجاه هزار گوسفند و دو هزار الاغ و صد هزار مرد به تاراج بردند. ۲۱ 21
καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας
زيرا چونکه جنگ از جانب خدا بود، بسياري مقتول گرديدند. پس ايشان به جاي آنها تا زمان اسيري ساکن شدند. ۲۲ 22
ὅτι τραυματίαι πολλοὶ ἔπεσον ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος καὶ κατῴκησαν ἀντ’ αὐτῶν ἕως τῆς μετοικεσίας
و پسران نصف سبط مَنَّسي در آن زمين ساکن شده، از باشان تا بَعل حَرمون و سَنير و جَبَل حَرمون زياد شدند. ۲۳ 23
καὶ οἱ ἡμίσεις φυλῆς Μανασση κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν
و اينانند رؤساي خاندان آباي ايشان عافَر و يشعِي و اَليئيل وعَزريئيل و اِرميا و هُودَويا يحدييئل که مردان تنومند شجاع و ناموران و رؤساي خاندان آباي ايشان بودند. ۲۴ 24
καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν Οφερ καὶ Ισεϊ καὶ Ελιηλ καὶ Εσδριηλ καὶ Ιερμια καὶ Ωδουια καὶ Ιεδιηλ ἄνδρες ἰσχυροὶ δυνάμει ἄνδρες ὀνομαστοί ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν
اما به خداي پدران خود خيانت ورزيده، در پي خدايان قومهاي آن زمين که خدا آنها را به حضور ايشان هلاک کرده بود، زنا کردند. ۲۵ 25
καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν
پس خداي اسرائيل روح فُول پادشاه اَشُّور و روح تِلغَت فِلناسَر پادشاه اَشُّور را برانگيخت که رؤبينيان و جاديان و نصف سبط مَنَّسي را اسير کرده، ايشان را به حَلَح و خابور و هارا و نهر جوزان تا امروز بُرد. ۲۶ 26
καὶ ἐπήγειρεν ὁ θεὸς Ισραηλ τὸ πνεῦμα Φαλωχ βασιλέως Ασσουρ καὶ τὸ πνεῦμα Θαγλαθφαλνασαρ βασιλέως Ασσουρ καὶ μετῴκισεν τὸν Ρουβην καὶ τὸν Γαδδι καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλαχ καὶ Χαβωρ καὶ ἐπὶ ποταμὸν Γωζαν ἕως τῆς ἡμέρας ταύτης

< اول تواریخ 5 >