< Ufunuo 7 >

1 Baada jha agha nabhwene malaika bhancheche bhajhemili mu kona sincheche sya dunia, bhabesili pepo sincheche sya nchi kwa nghofu ili kwamba pasijhi ni mp'ongo bhwabhwibhuma mu nchi, panani pa bahari au dhidi jha libehe lyolyoha.
Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον.
2 Nikabhona malaika jhongi ihida kuhoma mashariki, jhaajhele ni muhuri bhwa K'yara jha ajhe hai. Akalela kwa sauti mbaha kwa malaika bhancheche ambabho bhapelibhu ruhusa jha kudhuru nchi ni bahari:
Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 “Musiidhuru nchi, bahari, au libehe mpaka patwibetakujha tumalili kubheka muhuri pa paji sya mitu ghya bhatumishi bha K'yara ghwitu.”
λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 Nikapeleka idadi jha bhala bhabhasopibhu muhuri: 144, 000, ambabho bhasopibhu muhuri kuhoma khila likabila lya bhanu bha Israel:
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ΄ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
5 12, 000 kuhoma mu kabila lya Yuda bhabhekibhu muhuri, 12, 000 kuhoma mu kabila lya Rubeni, 12, 000 kuhoma mu kabila lya Gadi.
Ἐκ φυλῆς Ἰούδα, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ῥουβήν, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Γάδ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·
6 12, 000 kuhoma mu kabila lya Asheri, 12, 000 kuhoma mu kabila lya Naftali, 12, 000 kuhoma mu kabila lya Manase.
ἐκ φυλῆς Ἀσήρ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Νεφθαλείμ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Μανασσῆ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·
7 12, 000 kuhoma mu kabila lya Simoni, 12, 000 kuhoma mu kabila lya Lawi, 12, 000 kuhoma mu kabila lya Isakari,
ἐκ φυλῆς Συμεών, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰσαχάρ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·
8 12, 000 kuhoma mu kabila lya Zebuloni, 12, 000 kuhoma mu kabila lya Yusufu, ni kuhoma mu kabila lya Benyamini bhabhekibhu muhuri.
ἐκ φυλῆς Ζαβουλών, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰωσήφ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Βενιαμίν, ιβ΄ χιλιάδες ἐσφραγισμένοι.
9 Baada jha mambo agha nalangili, na kwajhele ni umati mbaha ambabho ajhelepi munu ngaabhwesili kuubhalanga kuhoma kila taifa, kabila, jamaa, ni lugha- bhajhemili palongolo pa kiti kya enzi ni palongolo pa mwanakondoo. Bhajhele bhafwalili kanzu sibhalafu na bhajhe ni matawi gha mitende mumabhoko gha bhene,
Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10 na bhakajha bhikuta kwa sauti mbaha: “Bhwokovu ndo kwa K'yara ambajhe atamili pa kiti kya enzi ni kwa mwanakondoo!”
καὶ κράζοντες φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ ἀρνίῳ.
11 Malaika bhoha bhajhemili kusyongoka kiti kya enzi ni kubhasyongoka bhala bhaseya pamonga ni bhene uhai bhancheche, bhakajhinama pasi pa lifu ni kubheka nyuso sya bhene panani pa lifu palongolo pa kiti kya enzi ni kumwabudu K'yara.
Καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,
12 Bhakajobha, “Amina! Sifa, bhutukufu, hekima, shukrani, heshima, uwezo ni nghofu fijhelayi kwa K'yara bhitu milele ni milele! Amina!” (aiōn g165)
λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (aiōn g165)
13 Kisha mmonga ghwa bhala bhaseya akan'kota, “abha bha niani bhabhafwalili kanzu sibhalafu, na bhahomili ndaku?
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον;
14 Nikan'jobhela, “Bwana mbaha, umanyili bhebhe,” na akan'jobhela, “Abha ndo bhala bhabhahomili mu dhiki mbaha. Bhasichapili kanzu sya bhene ni kujha sibhalafu kama damu jha mwanakondoo.
Καὶ εἴρηκα αὐτῷ, Κύριε, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν στολὰς αὐτῶν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 Kwandabha ejhe, bhajhele pa kiti kya enzi kya K'yara, na bhikamwabudu muene kiru ni musi mu hekalu lyake. Muene jhatamili pa kiti kya enzi ibeta kusambaza hema jha muene panani pa bhene.
Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾿ αὐτούς.
16 Bhibeta lepi kubhona njala kabhele, wala kiu kabhele. Lijobha libetalepi kubhanyanya, wala joto lya kunyanya.
Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ᾿ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·
17 Kwa kujha mwanakondoo jha ajhele pagati pa kiti kya enzi ibeta kujha mchungaji ghwa bhene, na ibeta kabhalongosya mu chemchemi jha masi gha usima, ni K'yara ibetakufuta khila lihosi mu mihu gha bhene.”
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

< Ufunuo 7 >