< Αποκαλυψις Ιωαννου 3 >

1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
I anđelu Crkve u Sardu napiši: “Ovo govori Onaj koji ima sedam duhova Božjih i sedam zvijezda: Znam tvoja djela: imaš ime da živiš, a mrtav si.
2 Γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλες ἀποβάλλειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου.
Budan budi i utvrdi ostatak koji tek što ne umre. Doista, ne nađoh da su ti djela pred Bogom mojim savršena.
3 Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.
Spomeni se dakle: kako si primio Riječ i poslušao, tako je i čuvaj - i obrati se. Ne budeš li dakle budan, doći ću kao tat, a nećeš znati u koji ću čas doći na te.
4 Ἀλλ᾽ ὀλίγα ἔχεις ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσι μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
Ali imaš u Sardu nekolicinu imena što ne okaljaše svojih haljina; oni će hoditi sa mnom u bjelini jer su dostojni.”
5 Ὁ νικῶν, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
“Tako će pobjednik biti odjeven u bijele haljine i neću izbrisati imena njegova iz knjige života i priznat ću ime njegovo pred Ocem svojim i anđelima njegovim.”
6 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
“Tko ima uho, nek posluša što Duh govori crkvama!”
7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει.
I anđelu Crkve u Filadelfiji napiši: “Ovo govori Sveti, Istiniti, Onaj koji ima ključ Davidov i kad otvori, nitko neće zatvoriti; kad zatvori, nitko neće otvoriti:
8 Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
Znam tvoja djela. Evo, otvorio sam pred tobom vrata kojih nitko zatvoriti ne može. Doista, malena je tvoja snaga, a očuvao si moju riječ i nisi zatajio mog imena.
9 Ἰδού, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἠγάπησά σε.
Evo, dovest ću neke iz sinagoge Sotonine - koji sebe zovu Židovi, a nisu, nego lažu - evo, prisilit ću ih da dođu da ti se do nogu poklone te upoznaju da te ja ljubim.
10 Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Budući da si očuvao moju riječ o postojanosti, i ja ću očuvati tebe od časa kušnje koji ima doći na sav svijet da se iskušaju svi pozemljari.
11 Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
Dolazim ubrzo. Čvrsto drži što imaš da ti nitko ne ugrabi vijenca.”
12 Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
“Pobjednika ću postaviti stupom u hramu Boga moga i odande on više neće izići i napisat ću na njemu ime Boga svoga i ime grada Boga svoga, novog Jeruzalema koji siđe s neba od Boga mojega, i ime moje novo.”
13 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
“Tko ima uho, nek posluša što Duh govori crkvama!”
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·
I anđelu Crkve u Laodiceji napiši: “Ovo govori Amen, Svjedok vjerni i istiniti, Početak Božjeg stvorenja:
15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
Znam tvoja djela: nisi ni studen ni vruć. O da si studen ili vruć!
16 Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
Ali jer si mlak, ni vruć ni studen, povratit ću te iz usta.
17 Ὅτι λέγεις, Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός·
Govoriš: 'Bogat sam, obogatih se, ništa mi ne treba!' A ne znaš da si nevolja i bijeda, i ubog, i slijep, i gol.
18 συμβουλεύω σοι ἀγοράσαι χρυσίον παρ᾽ ἐμοῦ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς.
Savjetujem ti: kupi od mene zlata u vatri žežena da se obogatiš i bijele haljine da se odjeneš da se ne vidi tvoja sramotna golotinja; i pomasti da oči pomažeš i vidiš.
19 Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον.
Ja korim i odgajam one koje ljubim. Revan budi i obrati se!
20 Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ᾽ αὐτοῦ, καὶ αὐτὸς μετ᾽ ἐμοῦ.
Evo, na vratima stojim i kucam; posluša li tko glas moj i otvori mi vrata, unići ću k njemu i večerati s njim i on sa mnom.”
21 Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
“Pobjednika ću posjesti sa sobom na prijestolje svoje, kao što i ja, pobijedivši, sjedoh s Ocem svojim na prijestolje njegovo.”
22 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
“Tko ima uho, nek posluša što Duh govori crkvama!”

< Αποκαλυψις Ιωαννου 3 >