< Προς Φιλημονα 1 >

1 παυλος δεσμιος χριστου ιησου και τιμοθεος ο αδελφος φιλημονι τω αγαπητω και συνεργω ημων
Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
2 και απφια τη αδελφη και αρχιππω τω συστρατιωτη ημων και τη κατ οικον σου εκκλησια
καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·
3 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4 ευχαριστω τω θεω μου παντοτε μνειαν σου ποιουμενος επι των προσευχων μου
Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
5 ακουων σου την αγαπην και την πιστιν ην εχεις {VAR1: εις } {VAR2: προς } τον κυριον ιησουν και εις παντας τους αγιους
ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
6 οπως η κοινωνια της πιστεως σου ενεργης γενηται εν επιγνωσει παντος αγαθου {VAR1: [του] } {VAR2: του } εν ημιν εις χριστον
ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν·
7 χαραν γαρ πολλην εσχον και παρακλησιν επι τη αγαπη σου οτι τα σπλαγχνα των αγιων αναπεπαυται δια σου αδελφε
χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
8 διο πολλην εν χριστω παρρησιαν εχων επιτασσειν σοι το ανηκον
Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
9 δια την αγαπην μαλλον παρακαλω τοιουτος ων ως παυλος πρεσβυτης νυνι δε και δεσμιος χριστου ιησου
διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ,
10 παρακαλω σε περι του εμου τεκνου ον εγεννησα εν τοις δεσμοις ονησιμον
παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον,
11 τον ποτε σοι αχρηστον νυνι δε {VAR2: [και] } σοι και εμοι ευχρηστον
τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψά σοι,
12 ον ανεπεμψα σοι αυτον τουτ εστιν τα εμα σπλαγχνα
αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα.
13 ον εγω εβουλομην προς εμαυτον κατεχειν ινα υπερ σου μοι διακονη εν τοις δεσμοις του ευαγγελιου
ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
14 χωρις δε της σης γνωμης ουδεν ηθελησα ποιησαι ινα μη ως κατα αναγκην το αγαθον σου η αλλα κατα εκουσιον
χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.
15 ταχα γαρ δια τουτο εχωρισθη προς ωραν ινα αιωνιον αυτον απεχης (aiōnios g166)
τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, (aiōnios g166)
16 ουκετι ως δουλον αλλ υπερ δουλον αδελφον αγαπητον μαλιστα εμοι ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω
οὐκ ἔτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
17 ει ουν με εχεις κοινωνον προσλαβου αυτον ως εμε
εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
18 ει δε τι ηδικησεν σε η οφειλει τουτο εμοι ελλογα
εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα·
19 εγω παυλος εγραψα τη εμη χειρι εγω αποτισω ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφειλεις
ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
20 ναι αδελφε εγω σου οναιμην εν κυριω αναπαυσον μου τα σπλαγχνα εν χριστω
ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.
21 πεποιθως τη υπακοη σου εγραψα σοι ειδως οτι και υπερ α λεγω ποιησεις
Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις.
22 αμα δε και ετοιμαζε μοι ξενιαν ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμιν
ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
23 ασπαζεται σε επαφρας ο συναιχμαλωτος μου εν χριστω ιησου
Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
24 μαρκος αρισταρχος δημας λουκας οι συνεργοι μου
Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25 η χαρις του κυριου ιησου χριστου μετα του πνευματος υμων
Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.

< Προς Φιλημονα 1 >