< Προς Τιτον 1 >

1 Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾽ εὐσέβειαν,
پولس، غلام خدا و رسول عیسی مسیح برحسب ایمان برگزیدگان خدا و معرفت آن راستی که در دینداری است،۱
2 ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, (aiōnios g166)
به امید حیات جاودانی که خدایی که دروغ نمی تواند گفت، اززمانهای ازلی وعده آن را داد، (aiōnios g166)۲
3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ, ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ᾽ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ·
اما در زمان معین، کلام خود را ظاهر کرد به موعظه‌ای که برحسب حکم نجات‌دهنده ما خدا به من سپرده شد،۳
4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.
تیطس را که فرزند حقیقی من برحسب ایمان عام است، فیض و رحمت و سلامتی از جانب خدای پدرو نجات‌دهنده ما عیسی مسیح خداوند باد.۴
5 Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην·
بدین جهت تو را در کریت واگذاشتم تا آنچه را که باقی‌مانده است اصلاح نمایی و چنانکه من به تو امر نمودم، کشیشان در هر شهر مقرر کنی.۵
6 εἴ τις ἐστὶν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα.
اگر کسی بی‌ملامت و شوهر یک زن باشد که فرزندان مومن دارد، بری از تهمت فجور و تمرد،۶
7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
زیرا که اسقف می‌باید چون وکیل خدابی ملامت باشد و خودرای یا تندمزاج یا میگساریا زننده یا طماع سود قبیح نباشد،۷
8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
بلکه مهمان دوست و خیردوست و خرداندیش و عادل ومقدس و پرهیزکار؛۸
9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
و متمسک به کلام امین برحسب تعلیمی که یافته تا بتواند به تعلیم صحیح نصیحت کند و مخالفان را توبیخ نماید.۹
10 εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
زیرا که یاوه‌گویان و فریبندگان، بسیار ومتمرد می‌باشند، علی الخصوص آنانی که از اهل ختنه هستند؛۱۰
11 οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
که دهان ایشان را باید بست زیراخانه‌ها را بالکل واژگون می‌سازند و برای سودقبیح، تعالیم ناشایسته می‌دهند.۱۱
12 εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
یکی از ایشان که نبی خاص ایشان است، گفته است که «اهل کریت همیشه دروغگو و وحوش شریر وشکم پرست بی‌کاره می‌باشند.»۱۲
13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής· δι᾽ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
این شهادت راست است؛ از این جهت ایشان را به سختی توبیخ فرما تا در ایمان، صحیح باشند،۱۳
14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
و گوش نگیرند به افسانه های یهود و احکام مردمانی که ازراستی انحراف می‌جویند.۱۴
15 πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
هرچیز برای پاکان پاک است، لیکن آلودگان و بی‌ایمانان را هیچ‌چیزپاک نیست، بلکه فهم و ضمیر ایشان نیز ملوث است؛۱۵
16 θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
مدعی معرفت خدا می‌باشند، اما به افعال خود او را انکار می‌کنند، چونکه مکروه ومتمرد هستند و بجهت هر عمل نیکو مردود.۱۶

< Προς Τιτον 1 >