< Κατα Λουκαν 2 >

1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
And it came to pass, that in those days there went out a decree from Caesar Augustus, that the whole world should be enrolled.
2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
This enrolling was first made by Cyrinus, the governor of Syria.
3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν.
And all went to be enrolled, every one into his own city.
4 ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυεὶδ ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ,
And Joseph also went up from Galilee, out of the city of Nazareth into Judea, to the city of David, which is called Bethlehem: because he was of the house and family of David,
5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ οὔσῃ ἐγκύῳ.
To be enrolled with Mary his espoused wife, who was with child.
6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
And it came to pass, that when they were there, her days were accomplished, that she should be delivered.
7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
And she brought forth her firstborn son, and wrapped him up in swaddling clothes, and laid him in a manger; because there was no room for them in the inn.
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
And there were in the same country shepherds watching, and keeping the night watches over their flock.
9 καὶ [ἰδοὺ] ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν.
And behold an angel of the Lord stood by them, and the brightness of God shone round about them; and they feared with a great fear.
10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,
And the angel said to them: Fear not; for, behold, I bring you good tidings of great joy, that shall be to all the people:
11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν χριστὸς κύριος, ἐν πόλει Δαυείδ.
For, this day, is born to you a Saviour, who is Christ the Lord, in the city of David.
12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.
And this shall be a sign unto you. You shall find the infant wrapped in swaddling clothes, and laid in a manger.
13 Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανοῦ, αἰνούντων τὸν θεὸν καὶ λεγόντων,
And suddenly there was with the angel a multitude of the heavenly army, praising God, and saying:
14 Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.
Glory to God in the highest; and on earth peace to men of good will.
15 Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, [καὶ οἱ ἄνθρωποι] οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.
And it came to pass, after the angels departed from them into heaven, the shepherds said one to another: Let us go over to Bethlehem, and let us see this word that is come to pass, which the Lord hath shewed to us.
16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
And they came with haste; and they found Mary and Joseph, and the infant lying in the manger.
17 ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
And seeing, they understood of the word that had been spoken to them concerning this child.
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
And all that heard, wondered; and at those things that were told them by the shepherds.
19 ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
But Mary kept all these words, pondering them in her heart.
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
And the shepherds returned, glorifying and praising God, for all the things they had heard and seen, as it was told unto them.
21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
And after eight days were accomplished, that the child should be circumcised, his name was called JESUS, which was called by the angel, before he was conceived in the womb.
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ κυρίῳ,
And after the days of her purification, according to the law of Moses, were accomplished, they carried him to Jerusalem, to present him to the Lord:
23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται·
As it is written in the law of the Lord: Every male opening the womb shall be called holy to the Lord:
24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
And to offer a sacrifice, according as it is written in the law of the Lord, a pair of turtledoves, or two young pigeons:
25 Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ· καὶ πνεῦμα ἦν ἅγιον ἐπ᾽ αὐτόν·
And behold there was a man in Jerusalem named Simeon, and this man was just and devout, waiting for the consolation of Israel; and the Holy Ghost was in him.
26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν χριστὸν κυρίου.
And he had received an answer from the Holy Ghost, that he should not see death, before he had seen the Christ of the Lord.
27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν, καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
And he came by the Spirit into the temple. And when his parents brought in the child Jesus, to do for him according to the custom of the law,
28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας [αὐτοῦ], καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν,
He also took him into his arms, and blessed God, and said:
29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ,
Now thou dost dismiss thy servant, O Lord, according to thy word in peace;
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
Because my eyes have seen thy salvation,
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
Which thou hast prepared before the face of all peoples:
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
A light to the revelation of the Gentiles, and the glory of thy people Israel.
33 Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
And his father and mother were wondering at those things which were spoken concerning him.
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον,
And Simeon blessed them, and said to Mary his mother: Behold this child is set for the fall, and for the resurrection of many in Israel, and for a sign which shall be contradicted;
35 (καὶ σοῦ [δὲ] αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ) ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
And thy own soul a sword shall pierce, that, out of many hearts, thoughts may be revealed.
36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς·
And there was one Anna, a prophetess, the daughter of Phanuel, of the tribe of Aser; she was far advanced in years, and had lived with her husband seven years from her virginity.
37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοή κοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν·
And she was a widow until fourscore and four years; who departed not from the temple, by fastings and prayers serving night and day.
38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἱερουσαλήμ.
Now she, at the same hour, coming in, confessed to the Lord; and spoke of him to all that looked for the redemption of Israel.
39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.
And after they had performed all things according to the law of the Lord, they returned into Galilee, to their city Nazareth.
40 τὸ δὲ παιδίον ηὔξανεν, καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ᾽ αὐτό.
And the child grew, and waxed strong, full of wisdom; and the grace of God was in him.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
And his parents went every year to Jerusalem, at the solemn day of the pasch,
42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν [εἰς Ἱεροσόλυμα] κατὰ τὸ ἔθος τῆς ἑορτῆς,
And when he was twelve years old, they going up into Jerusalem, according to the custom of the feast,
43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ.
And having fulfilled the days, when they returned, the child Jesus remained in Jerusalem; and his parents knew it not.
44 νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ, ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ τοῖς γνωστοῖς·
And thinking that he was in the company, they came a day’s journey, and sought him among their kinsfolks and acquaintance.
45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀναζητοῦντες αὐτόν.
And not finding him, they returned into Jerusalem, seeking him.
46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
And it came to pass, that, after three days, they found him in the temple, sitting in the midst of the doctors, hearing them, and asking them questions.
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
And all that heard him were astonished at his wisdom and his answers.
48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
And seeing him, they wondered. And his mother said to him: Son, why hast thou done so to us? behold thy father and I have sought thee sorrowing.
49 καὶ εἶπεν πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
And he said to them: How is it that you sought me? did you not know, that I must be about my father’s business?
50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
And they understood not the word that he spoke unto them.
51 καὶ κατέβη μετ᾽ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
And he went down with them, and came to Nazareth, and was subject to them. And his mother kept all these words in her heart.
52 καὶ Ἰησοῦς προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.
And Jesus advanced in wisdom, and age, and grace with God and men.

< Κατα Λουκαν 2 >