< Κατα Ιωαννην 14 >

1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
Ας μη ταράττηται η καρδία σας· πιστεύετε εις τον Θεόν, και εις εμέ πιστεύετε.
2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν.
Εν τη οικία του Πατρός μου είναι πολλά οικήματα· ει δε μη, ήθελον σας ειπεί· υπάγω να σας ετοιμάσω τόπον·
3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν· ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.
και αφού υπάγω και σας ετοιμάσω τόπον, πάλιν έρχομαι και θέλω σας παραλάβει προς εμαυτόν, διά να είσθε και σεις, όπου είμαι εγώ.
4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν.
Και όπου εγώ υπάγω εξεύρετε, και την οδόν εξεύρετε.
5 λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς οἴδαμεν τὴν ὁδόν;
Λέγει προς αυτόν ο Θωμάς· Κύριε, δεν εξεύρομεν που υπάγεις· και πως δυνάμεθα να εξεύρωμεν την οδόν;
6 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ.
Λέγει προς αυτόν ο Ιησούς· Εγώ είμαι η οδός και η αλήθεια και η ζωή· ουδείς έρχεται προς τον Πατέρα, ειμή δι' εμού.
7 εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε· ἀπ᾽ ἄρτι γινώσκετε αὐ τὸν καὶ ἑωράκατε [αὐτόν].
Εάν εγνωρίζετε εμέ, και τον Πατέρα μου ηθέλετε γνωρίσει. Και από του νυν γνωρίζετε αυτόν και είδετε αυτόν.
8 Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.
Λέγει προς αυτόν ο Φίλιππος· Κύριε, δείξον εις ημάς τον Πατέρα και αρκεί εις ημάς.
9 λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· [καὶ] πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα;
Λέγει προς αυτόν ο Ιησούς· Τόσον καιρόν είμαι μεθ' υμών, και δεν με εγνώρισας, Φίλιππε; όστις είδεν εμέ είδε τον Πατέρα· και πως συ λέγεις, Δείξον εις ημάς τον Πατέρα;
10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ [ὁ] ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ.
Δεν πιστεύεις ότι εγώ είμαι εν τω Πατρί και ο Πατήρ είναι εν εμοί; τους λόγους, τους οποίους εγώ λαλώ προς υμάς, απ' εμαυτού δεν λαλώ· αλλ' ο Πατήρ ο μένων εν εμοί αυτός εκτελεί τα έργα.
11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ [μοι].
Πιστεύετέ μοι ότι εγώ είμαι εν τω Πατρί και ο Πατήρ είναι εν εμοί· ει δε μη, διά τα έργα αυτά πιστεύετέ μοι.
12 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι.
Αληθώς, αληθώς σας λέγω, όστις πιστεύει εις εμέ, τα έργα τα οποία κάμνω και εκείνος θέλει κάμει, και μεγαλήτερα τούτων θέλει κάμει, διότι εγώ υπάγω προς τον Πατέρα μου,
13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ.
και ό, τι αν ζητήσητε εν τω ονόματί μου, θέλω κάμει τούτο, διά να δοξασθή ο Πατήρ εν τω Υιώ.
14 ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.
Εάν ζητήσητέ τι εν τω ονόματί μου, εγώ θέλω κάμει αυτό.
15 ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε.
Εάν με αγαπάτε, τας εντολάς μου φυλάξατε.
16 κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, (aiōn g165)
Και εγώ θέλω παρακαλέσει τον Πατέρα, και θέλει σας δώσει άλλον Παράκλητον, διά να μένη μεθ' υμών εις τον αιώνα, (aiōn g165)
17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς [δὲ] γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἐστίν.
το Πνεύμα της αληθείας, το οποίον ο κόσμος δεν δύναται να λάβη, διότι δεν βλέπει αυτό ουδέ γνωρίζει αυτό· σεις όμως γνωρίζετε αυτό, διότι μένει μεθ' υμών και εν υμίν θέλει είσθαι.
18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς.
Δεν θέλω σας αφήσει ορφανούς· έρχομαι προς εσάς.
19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκ ἔτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσετε.
Έτι ολίγον και ο κόσμος πλέον δεν με βλέπει, σεις όμως με βλέπετε, διότι εγώ ζω και σεις θέλετε ζη.
20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑμεῖς γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.
Εν εκείνη τη ημέρα σεις θέλετε γνωρίσει, ότι εγώ είμαι εν τω Πατρί μου και σεις εν εμοί και εγώ εν υμίν.
21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
Ο έχων τας εντολάς μου και φυλάττων αυτάς, εκείνος είναι ο αγαπών με· ο δε αγαπών με θέλει αγαπηθή υπό του Πατρός μου, και εγώ θέλω αγαπήσει αυτόν και θέλω φανερώσει εμαυτόν εις αυτόν.
22 Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ;
Λέγει προς αυτόν ο Ιούδας, ουχί ο Ισκαριώτης· Κύριε, τι συμβαίνει ότι μέλλεις να φανερώσης σεαυτόν εις ημάς και ουχί εις τον κόσμον;
23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.
Απεκρίθη ο Ιησούς και είπε προς αυτόν· Εάν τις με αγαπά, τον λόγον μου θέλει φυλάξει, και ο Πατήρ μου θέλει αγαπήσει αυτόν, και προς αυτόν θέλομεν ελθεί και εν αυτώ θέλομεν κατοικήσει.
24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.
Ο μη αγαπών με τους λόγους μου δεν φυλάττει· και ο λόγος, τον οποίον ακούετε, δεν είναι ιδικός μου, αλλά του πέμψαντός με Πατρός.
25 Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων·
Ταύτα ελάλησα προς εσάς ενώ ευρίσκομαι μεθ' υμών·
26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
ο δε Παράκλητος, το Πνεύμα το Άγιον, το οποίον θέλει πέμψει ο Πατήρ εν τω ονόματί μου, εκείνος θέλει σας διδάξει πάντα και θέλει σας υπενθυμίσει πάντα όσα είπον προς εσάς.
27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.
Ειρήνην αφίνω εις εσάς, ειρήνην την εμήν δίδω εις εσάς· ουχί καθώς ο κόσμος δίδει, σας δίδω εγώ. Ας μη ταράττηται η καρδία σας μηδέ ας δειλιά.
28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατὴρ μείζων μού ἐστιν.
Ηκούσατε ότι εγώ σας είπον, Υπάγω και έρχομαι προς εσάς. Εάν με ηγαπάτε, ηθέλετε χαρή ότι είπον, Υπάγω προς τον Πατέρα· διότι ο Πατήρ μου είναι μεγαλήτερός μου·
29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται, πιστεύσητε.
και τώρα σας είπον πριν γείνη, διά να πιστεύσητε όταν γείνη.
30 οὐκ ἔτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν,
Δεν θέλω πλέον λαλήσει πολλά μεθ' υμών· διότι έρχεται ο άρχων του κόσμου τούτου· και δεν έχει ουδέν εν εμοί.
31 ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐντολὴν ἔδωκέν μοι ὁ πατήρ, οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Αλλά διά να γνωρίση ο κόσμος ότι αγαπώ τον Πατέρα, και καθώς με προσέταξεν ο Πατήρ, ούτω κάμνω. Εγέρθητε, ας υπάγωμεν εντεύθεν.

< Κατα Ιωαννην 14 >