< Κατα Μαρκον 7 >

1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων·
και συναγονται προσ αυτον οι φαρισαιοι και τινεσ των γραμματεων ελθοντεσ απο ιεροσολυμων
2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τοῦτ᾿ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους ἐμέμψαντο.
και ιδοντεσ τινασ των μαθητων αυτου κοιναισ χερσιν τουτ εστιν ανιπτοισ εσθιοντασ αρτουσ εμεμψαντο
3 Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·
οι γαρ φαρισαιοι και παντεσ οι ιουδαιοι εαν μη πυγμη νιψωνται τασ χειρασ ουκ εσθιουσιν κρατουντεσ την παραδοσιν των πρεσβυτερων
4 καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν.
και απο αγορασ εαν μη βαπτισωνται ουκ εσθιουσιν και αλλα πολλα εστιν α παρελαβον κρατειν βαπτισμουσ ποτηριων και ξεστων και χαλκιων και κλινων
5 Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;
επειτα επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεισ δια τι οι μαθηται σου ου περιπατουσιν κατα την παραδοσιν των πρεσβυτερων αλλα ανιπτοισ χερσιν εσθιουσιν τον αρτον
6 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ.
ο δε αποκριθεισ ειπεν αυτοισ οτι καλωσ προεφητευσεν ησαιασ περι υμων των υποκριτων ωσ γεγραπται ουτοσ ο λαοσ τοισ χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου
7 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
ματην δε σεβονται με διδασκοντεσ διδασκαλιασ ενταλματα ανθρωπων
8 Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
αφεντεσ γαρ την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων βαπτισμουσ ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε
9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
και ελεγεν αυτοισ καλωσ αθετειτε την εντολην του θεου ινα την παραδοσιν υμων τηρησητε
10 Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
μωσησ γαρ ειπεν τιμα τον πατερα σου και την μητερα σου και ο κακολογων πατερα η μητερα θανατω τελευτατω
11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς·
υμεισ δε λεγετε εαν ειπη ανθρωποσ τω πατρι η τη μητρι κορβαν ο εστιν δωρον ο εαν εξ εμου ωφεληθησ
12 καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,
και ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι αυτου η τη μητρι αυτου
13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
ακυρουντεσ τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε και παρομοια τοιαυτα πολλα ποιειτε
14 Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, Ἀκούετέ μου πάντες, καὶ συνίετε.
και προσκαλεσαμενοσ παντα τον οχλον ελεγεν αυτοισ ακουετε μου παντεσ και συνιετε
15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ᾿ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.
ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εισ αυτον ο δυναται αυτον κοινωσαι αλλα τα εκπορευομενα απ αυτου εκεινα εστιν τα κοινουντα τον ανθρωπον
16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
ει τισ εχει ωτα ακουειν ακουετω
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς.
και οτε εισηλθεν εισ οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου περι τησ παραβολησ
18 Καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,
και λεγει αυτοισ ουτωσ και υμεισ ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εισ τον ανθρωπον ου δυναται αυτον κοινωσαι
19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾿ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα.
οτι ουκ εισπορευεται αυτου εισ την καρδιαν αλλ εισ την κοιλιαν και εισ τον αφεδρωνα εκπορευεται καθαριζον παντα τα βρωματα
20 Ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον
21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι,
εσωθεν γαρ εκ τησ καρδιασ των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται μοιχειαι πορνειαι φονοι
22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·
κλοπαι πλεονεξιαι πονηριαι δολοσ ασελγεια οφθαλμοσ πονηροσ βλασφημια υπερηφανια αφροσυνη
23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον
24 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.
και εκειθεν αναστασ απηλθεν εισ τα μεθορια τυρου και σιδωνοσ και εισελθων εισ οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνηθη λαθειν
25 Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·
ακουσασα γαρ γυνη περι αυτου ησ ειχεν το θυγατριον αυτησ πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προσ τουσ ποδασ αυτου
26 ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συροφοίνισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
ην δε η γυνη ελληνισ συραφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ τησ θυγατροσ αυτησ
27 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
ο δε ιησουσ ειπεν αυτη αφεσ πρωτον χορτασθηναι τα τεκνα ου γαρ καλον εστιν λαβειν τον αρτον των τεκνων και βαλειν τοισ κυναριοισ
28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
η δε απεκριθη και λεγει αυτω ναι κυριε και γαρ τα κυναρια υποκατω τησ τραπεζησ εσθιει απο των ψιχιων των παιδιων
29 Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.
και ειπεν αυτη δια τουτον τον λογον υπαγε εξεληλυθεν το δαιμονιον εκ τησ θυγατροσ σου
30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.
και απελθουσα εισ τον οικον αυτησ ευρεν το δαιμονιον εξεληλυθοσ και την θυγατερα βεβλημενην επι τησ κλινησ
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
και παλιν εξελθων εκ των οριων τυρου και σιδωνοσ ηλθεν προσ την θαλασσαν τησ γαλιλαιασ ανα μεσον των οριων δεκαπολεωσ
32 Καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
και φερουσιν αυτω κωφον μογγιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα
33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
και απολαβομενοσ αυτον απο του οχλου κατ ιδιαν εβαλεν τουσ δακτυλουσ αυτου εισ τα ωτα αυτου και πτυσασ ηψατο τησ γλωσσησ αυτου
34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξε, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστι, Διανοίχθητι.
και αναβλεψασ εισ τον ουρανον εστεναξεν και λεγει αυτω εφφαθα ο εστιν διανοιχθητι
35 Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
και ευθεωσ διηνοιχθησαν αυτου αι ακοαι και ελυθη ο δεσμοσ τησ γλωσσησ αυτου και ελαλει ορθωσ
36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον.
και διεστειλατο αυτοισ ινα μηδενι ειπωσιν οσον δε αυτοσ αυτοισ διεστελλετο μαλλον περισσοτερον εκηρυσσον
37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν.
και υπερπερισσωσ εξεπλησσοντο λεγοντεσ καλωσ παντα πεποιηκεν και τουσ κωφουσ ποιει ακουειν και τουσ αλαλουσ λαλειν

< Κατα Μαρκον 7 >