< Προς Ρωμαιους 5 >

1 Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν ˚Θεὸν, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
Being therefore justified by faith, we have peace with God through our Lord Jesus Christ;
2 διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν, τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ ˚Θεοῦ.
through whom we also have our access by faith into this grace in which we stand. We rejoice in hope of the glory of God.
3 Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,
Not only this, but we also rejoice in our sufferings, knowing that suffering produces perseverance;
4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα.
and perseverance, proven character; and proven character, hope;
5 Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ ˚Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ ˚Πνεύματος Ἁγίου, τοῦ δοθέντος ἡμῖν.
and hope doesn’t disappoint us, because God’s love has been poured into our hearts through the Holy Spirit who was given to us.
6 Ἔτι γὰρ ˚Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.
For while we were yet weak, at the right time Christ died for the ungodly.
7 Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ, τάχα τις καὶ τολμᾷ ἀποθανεῖν.
For one will hardly die for a righteous man. Yet perhaps for a good person someone would even dare to die.
8 Συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ ˚Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, ˚Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.
But God commends his own love towards us, in that while we were yet sinners, Christ died for us.
9 Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
Much more then, being now justified by his blood, we will be saved from God’s wrath through him.
10 Εἰ γὰρ ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ ˚Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.
For if while we were enemies, we were reconciled to God through the death of his Son, much more, being reconciled, we will be saved by his life.
11 Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ ˚Θεῷ, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, διʼ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
Not only so, but we also rejoice in God through our Lord Jesus Christ, through whom we have now received the reconciliation.
12 Διὰ τοῦτο, ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφʼ ᾧ πάντες ἥμαρτον–
Therefore, as sin entered into the world through one man, and death through sin, so death passed to all men because all sinned.
13 ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.
For until the law, sin was in the world; but sin is not charged when there is no law.
14 Ἀλλʼ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
Nevertheless death reigned from Adam until Moses, even over those whose sins weren’t like Adam’s disobedience, who is a foreshadowing of him who was to come.
15 Ἀλλʼ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ ˚Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου, ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.
But the free gift isn’t like the trespass. For if by the trespass of the one the many died, much more did the grace of God and the gift by the grace of the one man, Jesus Christ, abound to the many.
16 Καὶ οὐχ ὡς διʼ ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς, εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων, εἰς δικαίωμα.
The gift is not as through one who sinned; for the judgement came by one to condemnation, but the free gift followed many trespasses to justification.
17 Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσιν, διὰ τοῦ ἑνὸς, ˚Ἰησοῦ ˚Χριστοῦ.
For if by the trespass of the one, death reigned through the one; so much more will those who receive the abundance of grace and of the gift of righteousness reign in life through the one, Jesus Christ.
18 Ἄρα οὖν ὡς διʼ ἑνὸς παραπτώματος, εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ διʼ ἑνὸς δικαιώματος, εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.
So then as through one trespass, all men were condemned; even so through one act of righteousness, all men were justified to life.
19 Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί.
For as through the one man’s disobedience many were made sinners, even so through the obedience of the one, many will be made righteous.
20 Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,
The law came in that the trespass might abound; but where sin abounded, grace abounded more exceedingly,
21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης, εἰς ζωὴν αἰώνιον διὰ ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ ˚Κυρίου ἡμῶν. (aiōnios g166)
that as sin reigned in death, even so grace might reign through righteousness to eternal life through Jesus Christ our Lord. (aiōnios g166)

< Προς Ρωμαιους 5 >