< Αποκαλυψις Ιωαννου 16 >

1 Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, “Ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ ˚Θεοῦ εἰς τὴν γῆν.”
AND I heard a great voice saying to the seven angels, Go, and pour forth the seven vials of the wrath of Aloha upon the earth.
2 Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν, ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
And the first went, and poured his vial upon the earth: and there became an ulcer, evil and painful, upon the men who had the mark of the beast of prey, and who worshipped the image of him.
3 Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν τὰ ἐν τῇ θαλάσσῃ.
And the second angel poured his vial upon the sea; and it became blood as of the dead, and every living soul died which was in the sea.
4 Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα.
And the third angel poured his vial upon the rivers, and upon the fountains of waters, and they became blood.
5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, “Δίκαιος εἶ, ὁ ὢν, καὶ ὁ ἦν, ὅσιος, ὅτι ταῦτα ἔκρινας.
And I heard the angel of the waters saying, Righteous art Thou, who art, And who wast, and just; Because thou hast judged these.
6 Ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πεῖν· ἄξιοί εἰσιν.”
For the blood of saints and of prophets have they shed, And blood to them hast thou given to drink For they are worthy.
7 Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος, “Ναί, ˚Κύριε ὁ ˚Θεός ὁ Παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.”
And I heard from the altar saying, Yes, Lord God Almighty! True and just is thy judgment.
8 Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί.
And the fourth poured out his vial upon the sun, and it was given to him to scorch men with fire;
9 Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ ˚Θεοῦ, τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
and men were scorched with great heat; and men blasphemed the name of Aloha who hath power over these plagues; and they repented not to give him glory.
10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
And the fifth poured his vial upon the throne of the beast of prey; and his kingdom became darkness, and they gnawed their tongues from pain;
11 καὶ ἐβλασφήμησαν τὸν ˚Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν, καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
and they blasphemed the God of heaven from their pains, and from their ulcers, and repented not of their works.
12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
And the sixth poured his vial upon the great river Phrat, and his waters were dried, that might be prepared the way of the kings who (are) from the rising of the sun.
13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα τρία ἀκάθαρτα ὡσει βατράχους·
And I saw from the mouth of the dragon, and from the mouth of the beast of prey, and from the mouth of the false prophet, three unclean spirits like frogs.
14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἐκπορεύεσθαι ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς μεγάλης ἡμέρας τοῦ ˚Θεοῦ τοῦ Παντοκράτορος.
For they are spirits of demons, working signs; they go to the kings of the whole inhabited world, to gather them to the battle of the great day of Aloha the Omnipotent.
15 (“Ἰδοὺ, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ”.)
And BEHOLD, I COME, as the thief. Blessed is he who watcheth, and keepeth his garments, lest naked he walk, and they see his shame.
16 Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
And they gathered them to a place which is called in Hebrew Armagedon.
17 Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα, καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα, “Γέγονεν!”
And the seventh poured his vial upon the air; and a great voice went forth from the temple, from the throne, saying, IT IS DONE.
18 Καὶ ἐγένοντο ἀστραπαὶ, καὶ φωναὶ, καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο, ἀφʼ οὗ ἄνθρωπος ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
And there were lightnings and thunders and voices, and a great movement, such as was not since men were upon earth, as this movement so great.
19 Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν, καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ ˚Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
And the great city became three parts, and the city of the nations fell; and Babel the great was remembered before Aloha, to give to her the cup of the wine of the fury of his wrath.
20 Καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.
And every island fled, and the mountains were not found.
21 Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν ˚Θεὸν, ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.
And great hail, as of a talent (in weight), was from heaven upon men; and men blasphemed Aloha from the plague of hail, because the plague thereof was exceeding great.

< Αποκαλυψις Ιωαννου 16 >