< Κατα Μαρκον 15 >

1 Καὶ εὐθὺς πρωῒ, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς, μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ Συνέδριον, δήσαντες τὸν ˚Ἰησοῦν, ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ.
Early in the morning, the chief priests met together with the elders and scribes and the entire Jewish council. Then they bound Jesus and led him away. They handed him over to Pilate.
2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, “Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;” Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, “Σὺ λέγεις.”
Pilate asked him, “Are you the King of the Jews?” He answered him, “You say so.”
3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
The chief priests were presenting many charges against Jesus.
4 Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων, “Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου κατηγοροῦσιν!”
Pilate again asked him, “Do you give no answer? See how many charges they are bringing against you!”
5 Ὁ δὲ ˚Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
But Jesus no longer answered Pilate, and that amazed him.
6 Κατὰ δὲ ἑορτὴν, ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὃν παρῃτοῦντο.
Now at the time of the feast, Pilate usually released to them one prisoner, a prisoner they requested.
7 Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
There with the rebels in prison, among the murderers held for their part in the rebellion, was a man named Barabbas.
8 Καὶ ἀναβὰς, ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.
The crowd came to Pilate and began to ask him to do for them as he had done in the past.
9 Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, “Θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;”
Pilate answered them and said, “Do you want me to release to you the King of the Jews?”
10 Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
For he knew that it was because of envy that the chief priests had handed Jesus over to him.
11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
But the chief priests stirred up the crowd to cry out that Barabbas should be released instead.
12 Ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, “Τί οὖν ποιήσω ὃν λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων;”
Pilate answered them again and said, “What then should I do with the King of the Jews?”
13 Οἱ δὲ πάλιν ἔκραξαν, “Σταύρωσον αὐτόν!”
They shouted again, “Crucify him!”
14 Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, “Τί γὰρ ἐποίησεν κακόν;” Οἱ δὲ περισσῶς ἔκραξαν, “Σταύρωσον αὐτόν!”
Pilate said to them, “What wrong has he done?” But they shouted more and more, “Crucify him.”
15 Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν ˚Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ.
Pilate wanted to satisfy the crowd, so he released Barabbas to them. He scourged Jesus and then handed him over to be crucified.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
The soldiers led him inside the courtyard (which is the government headquarters), and they called together the whole cohort of soldiers.
17 Καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,
They put a purple robe on Jesus, and they twisted together a crown of thorns and put it on him.
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, “Χαῖρε, Βασιλεῦ τῶν Ἰουδαίων!”
They began to salute him and say, “Hail, King of the Jews!”
19 Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα, προσεκύνουν αὐτῷ.
They struck his head with a reed staff and they spat on him. They bent their knees before him to pretend to worship him.
20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἴδια ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν, ἵνα σταυρώσωσιν αὐτόν.
When they had mocked him, they took off of him the purple robe and put his own garments on him, and then led him out to crucify him.
21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπʼ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
A certain man, Simon of Cyrene, was coming in from the country (he was the father of Alexander and Rufus), and they forced him to carry his cross.
22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν, τόπον ὅ ἐστιν μεθερμηνευόμενος, “Κρανίου Τόπος”.
The soldiers brought Jesus to the place called Golgotha (which interpreted means, “Place of a Skull”).
23 Καὶ ἐδίδουν αὐτῷ, ἐσμυρνισμένον οἶνον, ὃς δὲ οὐκ ἔλαβεν.
They offered him wine mixed with myrrh, but he did not drink it.
24 Καὶ σταυρώσαντες αὐτὸν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπʼ αὐτὰ, τίς τί ἄρῃ.
They crucified him and divided up his garments by casting lots to determine what piece each soldier would take.
25 Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν.
It was the third hour when they crucified him.
26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, “Ὁ Βασιλεὺς τῶν Ἰουδαίων.”
On a sign they wrote the charge against him, “The king of the Jews.”
27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
With him they crucified two robbers, one on the right of him and one on his left.
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, “Οὐὰ, ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις,
Those who passed by insulted him, shaking their heads and saying, “Aha! You who would destroy the temple and rebuild it in three days,
30 σῶσον σεαυτὸν, καταβὰς ἀπὸ τοῦ σταυροῦ!”
save yourself and come down from the cross!”
31 Ὁμοίως καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, “Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
In the same way the chief priests were mocking him with each other, along with the scribes, and said, “He saved others, but he cannot save himself.
32 Ὁ ˚Χριστὸς, ὁ Βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν!” Καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
Let the Christ, the King of Israel, come down now from the cross, that we may see and believe,” and those who were crucified with him also taunted him.
33 Καὶ γενομένης ὥρας ἕκτης, σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν, ἕως ὥρας ἐνάτης.
At the sixth hour, darkness came over the whole land until the ninth hour.
34 Καὶ τῇ ἐνάτῃ ὥρᾳ, ἐβόησεν ὁ ˚Ἰησοῦς φωνῇ μεγάλῃ, “Ἐλωῒ, Ἐλωῒ, λεμὰ σαβαχθάνι;” Ὅ ἐστιν μεθερμηνευόμενον, “Ὁ ˚Θεός μου, ὁ ˚Θεός μου, εἰς τί ἐγκατέλιπές με;”
At the ninth hour Jesus cried out with a loud voice, “Eloi, Eloi, lama sabachthani?” which is interpreted, “My God, my God, why have you forsaken me?”
35 Καί τινες τῶν παρεστηκότων, ἀκούσαντες ἔλεγον, “Ἴδε, Ἠλίαν φωνεῖ.”
Some of those standing by heard his words and said, “Look, he is calling for Elijah.”
36 Δραμὼν δέ τις, καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν λέγων, “Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.”
Someone ran, put sour wine on a sponge, put it on a reed staff, and gave it to him to drink. The man said, “Let us see if Elijah comes to take him down.”
37 Ὁ δὲ ˚Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν.
Then Jesus cried out with a loud voice and died.
38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπʼ ἄνωθεν ἕως κάτω.
The curtain of the temple was split in two from the top to the bottom.
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, “Ἀληθῶς οὗτος ὁ ἄνθρωπος Υἱὸς ˚Θεοῦ ἦν!”
When the centurion who stood and faced Jesus saw that he had died in this way, he said, “Truly this man was the Son of God.”
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαριὰμ ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη,
There were also women who looked on from a distance. Among them were Mary Magdalene, Mary (the mother of James the younger and of Joses), and Salome.
41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
When he was in Galilee they followed him and served him. Many other women also came up with him to Jerusalem.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάββατον,
When evening had come, because it was the Day of Preparation, that is, the day before the Sabbath,
43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, τολμήσας, εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ˚Ἰησοῦ.
Joseph of Arimathea came there. He was a respected member of the council, who was waiting for the kingdom of God. He boldly went in to Pilate and asked for the body of Jesus.
44 Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ ἤδη ἀπέθανεν.
Pilate was amazed that Jesus was already dead; he called the centurion and asked him if Jesus was dead.
45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ.
When Pilate learned from the centurion that Jesus was dead, he gave the body to Joseph.
46 Καὶ ἀγοράσας σινδόνα, καθελὼν αὐτὸν, ἐνείλησεν τῇ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
Joseph had bought a linen cloth. He took him down from the cross, wrapped him in the linen cloth, and laid him in a tomb that had been cut out of a rock. Then he rolled a stone against the entrance of the tomb.
47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰωσῆ, ἐθεώρουν ποῦ τέθειται.
Mary Magdalene and Mary the mother of Joses saw the place where Jesus was buried.

< Κατα Μαρκον 15 >