< Ιουδα 1 >

1 Ἰούδας, ˚Ἰησοῦ ˚Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν ˚Θεῷ Πατρὶ ἠγαπημένοις, καὶ ˚Ἰησοῦ ˚Χριστῷ τετηρημένοις κλητοῖς:
Judas, of Jesus Christ a servant, and brother of James, to those sanctified in God the Father, and in Jesus Christ kept — called,
2 ἔλεος ὑμῖν, καὶ εἰρήνη, καὶ ἀγάπη πληθυνθείη.
kindness to you, and peace, and love, be multiplied!
3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
Beloved, all diligence using to write to you concerning the common salvation, I had necessity to write to you, exhorting to agonize for the faith once delivered to the saints,
4 Παρεισέδυσαν γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ ˚Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον Δεσπότην καὶ ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν ˚Χριστὸν, ἀρνούμενοι.
for there did come in unobserved certain men, long ago having been written beforehand to this judgment, impious, the grace of our God perverting to lasciviousness, and our only Master, God, and Lord — Jesus Christ — denying,
5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι ˚Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
and to remind you I intend, you knowing once this, that the Lord, a people out of the land of Egypt having saved, again those who did not believe did destroy;
6 Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας, δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. (aïdios g126)
messengers also, those who did not keep their own principality, but did leave their proper dwelling, to a judgment of a great day, in bonds everlasting, under darkness He hath kept, (aïdios g126)
7 Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. (aiōnios g166)
as Sodom and Gomorrah, and the cities around them, in like manner to these, having given themselves to whoredom, and gone after other flesh, have been set before — an example, of fire age-during, justice suffering. (aiōnios g166)
8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι, σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
In like manner, nevertheless, those dreaming also the flesh indeed do defile, and lordship they put away, and dignities they speak evil of,
9 Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος, διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν, “Ἐπιτιμήσαι σοι ˚Κύριος.”
yet Michael, the chief messenger, when, with the devil contending, he was disputing about the body of Moses, did not dare to bring up an evil-speaking judgment, but said, 'The Lord rebuke thee!'
10 Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
and these, as many things indeed as they have not known, they speak evil of; and as many things as naturally (as the irrational beasts) they understand, in these they are corrupted;
11 Οὐαὶ αὐτοῖς! Ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
woe to them! because in the way of Cain they did go on, and to the deceit of Balaam for reward they did rush, and in the gainsaying of Korah they did perish.
12 Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν, σπιλάδες συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,
These are in your love-feasts craggy rocks; feasting together with you, without fear shepherding themselves; clouds without water, by winds carried about; trees autumnal, without fruit, twice dead, rooted up;
13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. (aiōn g165)
wild waves of a sea, foaming out their own shames; stars going astray, to whom the gloom of the darkness to the age hath been kept. (aiōn g165)
14 Ἐπροφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ, Ἑνὼχ, λέγων, “Ἰδοὺ, ἦλθεν ˚Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
And prophesy also to these did the seventh from Adam — Enoch — saying, 'Lo, the Lord did come in His saintly myriads,
15 ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν, ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν, ὧν ἐλάλησαν κατʼ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.”
to do judgment against all, and to convict all their impious ones, concerning all their works of impiety that they did impiously, and concerning all the stiff things that speak against Him did impious sinners.'
16 Οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
These are murmurers, repiners; according to their desires walking, and their mouth doth speak great swellings, giving admiration to persons for the sake of profit;
17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
and ye, beloved, remember ye the sayings spoken before by the apostles of our Lord Jesus Christ:
18 ὅτι ἔλεγον ὑμῖν, “Ἐπʼ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.”
that they said to you, that in the last time there shall be scoffers, after their own desires of impieties going on,
19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, ˚Πνεῦμα μὴ ἔχοντες.
these are those setting themselves apart, natural men, the Spirit not having.
20 Ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν ˚Πνεύματι Ἁγίῳ προσευχόμενοι.
And ye, beloved, on your most holy faith building yourselves up, in the Holy Spirit praying,
21 Ἑαυτοὺς ἐν ἀγάπῃ ˚Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς ζωὴν αἰώνιον. (aiōnios g166)
yourselves in the love of God keep ye, waiting for the kindness of our Lord Jesus Christ — to life age-during; (aiōnios g166)
22 Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,
and to some be kind, judging thoroughly,
23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
and some in fear save ye, out of the fire snatching, hating even the coat from the flesh spotted.
24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
And to Him who is able to guard you not stumbling, and to set [you] in the presence of His glory unblemished, in gladness,
25 μόνῳ ˚Θεῷ Σωτῆρι ἡμῶν, διὰ ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ ˚Κυρίου ἡμῶν, δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία, πρὸ παντὸς τοῦ αἰῶνος, καὶ νῦν, καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν! (aiōn g165)
to the only wise God our Saviour, [is] glory and greatness, power and authority, both now and to all the ages! Amen. (aiōn g165)

< Ιουδα 1 >