< Πραξεις 19 >

1 Ἐγένετο δὲ ἐν τῷ, τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, κατελθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,
Ενώ δε ο Απολλώς ήτο εν Κορίνθω, ο Παύλος αφού επέρασε τα ανωτερικά μέρη ήλθεν εις Εφεσον· και ευρών τινάς μαθητάς,
2 εἶπέν τε πρὸς αὐτούς, “Εἰ ˚Πνεῦμα Ἅγιον ἐλάβετε, πιστεύσαντες;” Οἱ δὲ πρὸς αὐτόν, “Ἀλλʼ οὐδʼ εἰ ˚Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν.”
είπε προς αυτούς· Ελάβετε Πνεύμα Άγιον αφού επιστεύσατε; οι δε είπον προς αυτόν· Αλλ' ουδέ αν υπάρχη Πνεύμα Άγιον ηκούσαμεν.
3 Εἶπέν τε, “Εἰς τί οὖν ἐβαπτίσθητε;” Οἱ δὲ εἶπαν, “Εἰς τὸ Ἰωάννου βάπτισμα.”
Και είπε προς αυτούς· Εις τι λοιπόν εβαπτίσθητε; Οι δε είπον· Εις το βάπτισμα του Ιωάννου.
4 Εἶπεν δὲ Παῦλος, “Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν τοῦτʼ ἔστιν εἰς τὸν ˚Ἰησοῦν.”
Και είπεν ο Παύλος· Ο Ιωάννης μεν εβάπτισε βάπτισμα μετανοίας, λέγων προς τον λαόν να πιστεύσωσιν εις τον ερχόμενον μετ' αυτόν, τουτέστιν εις τον Χριστόν Ιησούν.
5 Ἀκούσαντες δὲ, ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
Ακούσαντες δε εβαπτίσθησαν εις το όνομα του Κυρίου Ιησού.
6 Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας, ἦλθε τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
Και αφού ο Παύλος επέθηκεν επ' αυτών τας χείρας, ήλθε το Πνεύμα το Άγιον επ' αυτούς, και ελάλουν γλώσσας και προεφήτευον.
7 Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
Ήσαν δε πάντες ούτοι άνδρες έως δώδεκα.
8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ.
Και εισελθών εις την συναγωγήν ελάλει μετά παρρησίας, διαλεγόμενος τρεις μήνας και πείθων εις τα περί της βασιλείας του Θεού.
9 Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
Επειδή όμως τινές εσκληρύνοντο και δεν επείθοντο, κακολογούντες την οδόν του Κυρίου ενώπιον του πλήθους, απομακρυνθείς απ' αυτών, απεχώρισε τους μαθητάς, διαλεγόμενος καθ' ημέραν εν τω σχολείω τινός, όστις ελέγετο Τύραννος.
10 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ˚Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
Έγεινε δε τούτο επί δύο έτη, ώστε πάντες οι κατοικούντες την Ασίαν ήκουσαν τον λόγον του Κυρίου Ιησού, Ιουδαίοί τε και Έλληνες.
11 Δυνάμεις τε οὐ τὰς τυχούσας, ὁ ˚Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
Και ο Θεός έκαμνε διά των χειρών του Παύλου θαύματα μεγάλα,
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.
ώστε και επί τους ασθενείς εφέροντο από του σώματος αυτού μανδήλια ή περιζώματα και έφευγον απ' αυτών αι ασθένειαι, και τα πνεύματα τα πονηρά εξήρχοντο απ' αυτών.
13 Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ λέγοντες, “Ὁρκίζω ὑμᾶς, τὸν ˚Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.”
Και τινές από των περιερχομένων εξορκιστών Ιουδαίων επεχείρησαν να προφέρωσιν επί τους έχοντας τα πνεύματα τα πονηρά το όνομα του Κυρίου Ιησού, λέγοντες· Σας ορκίζομεν εις τον Ιησούν, τον οποίον ο Παύλος κηρύττει.
14 Ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.
Και οι πράττοντες τούτο ήσαν επτά τινές υιοί Ιουδαίου αρχιερέως ονομαζομένου Σκευά.
15 Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, “Τὸν ˚Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;”
Αποκριθέν δε το πνεύμα το πονηρόν, είπε· Τον Ιησούν γνωρίζω και τον Παύλον εξεύρω· σεις δε τίνες είσθε;
16 Καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, κατακυριεύσας ἀμφοτέρων, ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
Και πηδήσας επ' αυτούς ο άνθρωπος, εις τον οποίον ήτο το πνεύμα το πονηρόν, και νικήσας αυτούς, ίσχυσε κατ' αυτών, ώστε γυμνοί και τετραυματισμένοι έφυγον εκ του οίκου εκείνου.
17 Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν, Ἰουδαίοις τε καὶ Ἕλλησιν, τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
Και τούτο έγεινε γνωστόν εις πάντας, Ιουδαίους τε και Έλληνας, τους κατοικούντας την Έφεσον, και επέπεσε φόβος επί πάντας αυτούς, και εμεγαλύνετο το όνομα του Κυρίου Ιησού·
18 Πολλοί τε τῶν πεπιστευκότων, ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
και πολλοί των πιστευσάντων ήρχοντο εξομολογούμενοι και φανερόνοντες τας πράξεις αυτών.
19 Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων. Καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
Πολλοί δε και εξ εκείνων, οίτινες έκαμνον τας μαγείας, φέροντες τα βιβλία αυτών κατέκαιον ενώπιον πάντων· και αριθμήσαντες τας τιμάς αυτών, εύρον πεντήκοντα χιλιάδας αργυρίου.
20 Οὕτως κατὰ κράτος τοῦ ˚Κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
Ούτω κραταιώς ηύξανε και ίσχυεν ο λόγος του Κυρίου.
21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ ˚Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυμα εἰπὼν, ὅτι “Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.”
Ως δε ετελέσθησαν ταύτα, ο Παύλος απεφάσισεν εν εαυτώ, αφού διέλθη την Μακεδονίαν και Αχαΐαν, να υπάγη εις την Ιερουσαλήμ, ειπών ότι αφού υπάγω εκεί, πρέπει να ίδω και την Ρώμην.
22 Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν, δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
Και αποστείλας εις την Μακεδονίαν δύο των υπηρετούντων αυτόν, Τιμόθεον και Έραστον, αυτός έμεινε καιρόν τινά εν τη Ασία.
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον, τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
Έγεινε δε κατ' εκείνον τον καιρόν ταραχή ουκ ολίγη περί ταύτης της οδού.
24 Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν,
Διότι αργυροκόπος τις ονόματι Δημήτριος, κατασκευάζων ναούς αργυρούς της Αρτέμιδος, επροξένει εις τους τεχνίτας ουκ ολίγον κέρδος·
25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, “Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν.
τους οποίους συναθροίσας και τους εργαζομένους τα τοιαύτα, είπεν· Άνδρες, εξεύρετε ότι εκ ταύτης της εργασίας προέρχεται η ευπορία ημών,
26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας, μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ, οἱ διὰ χειρῶν γινόμενοι.
και θεωρείτε και ακούετε ότι πολύν λαόν ου μόνον της Εφέσου, αλλά σχεδόν πάσης της Ασίας ο Παύλος ούτος έπεισε και μετέβαλε, λέγων ότι δεν είναι θεοί οι διά χειρών κατασκευαζόμενοι.
27 Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν, τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν, εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.”
Και ου μόνον η τέχνη ημών αύτη κινδυνεύει να εξουδενωθή, αλλά και το ιερόν της μεγάλης θεάς Αρτέμιδος να λογισθή εις ουδέν, και μέλλει μάλιστα να καταστραφή η μεγαλειότης αυτής, την οποίαν όλη η Ασία και η οικουμένη σέβεται.
28 Ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, “Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.”
Ακούσαντες δε και εμπλησθέντες θυμού, έκραζον λέγοντες· Μεγάλη η Άρτεμις των Εφεσίων.
29 Καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
Και η πόλις όλη επλήσθη ταραχής, και ώρμησαν ομοθυμαδόν εις το θέατρον, αφού συνήρπασαν τον Γάϊον και Αρίσταρχον τους Μακεδόνας, συνοδοιπόρους του Παύλου.
30 Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί.
Ενώ δε ο Παύλος ήθελε να εισέλθη εις τον δήμον, οι μαθηταί δεν άφινον αυτόν,
31 Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
τινές δε και εκ των Ασιαρχών, όντες φίλοι αυτού, έστειλαν προς αυτόν και παρεκάλουν να μη εκτεθή εις το θέατρον.
32 Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
Άλλοι μεν λοιπόν έκραζον άλλο τι και άλλοι άλλο· διότι η σύναξις ήτο συγκεχυμένη, και οι πλειότεροι δεν ήξευρον διά τι είχον συναχθή.
33 Ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
Εκ δε του όχλου προήγαγον τον Αλέξανδρον, διά να λαλήση, επειδή οι Ιουδαίοι επρόβαλον αυτόν· και ο Αλέξανδρος σείσας την χείρα ήθελε να απολογηθή προς τον δήμον.
34 Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, “Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων!”
Αφού δε εγνώρισαν ότι είναι Ιουδαίος, έγεινε μία φωνή εκ πάντων των κραζόντων, έως δύο ώρας· Μεγάλη η Άρτεμις των Εφεσίων.
35 Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, “Ἄνδρες, Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
Καθησυχάσας δε ο γραμματεύς τον όχλον, λέγει· Άνδρες Εφέσιοι, και τις άνθρωπος είναι όστις δεν εξεύρει ότι η πόλις των Εφεσίων είναι λάτρις της μεγάλης θεάς Αρτέμιδος και του Διοπετούς αγάλματος;
36 Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν.
Επειδή λοιπόν ταύτα είναι αναντίρρητα, πρέπει σεις να ησυχάζητε και να μη πράττητε μηδέν προπετές.
37 Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.
Διότι εφέρετε τους άνδρας τούτους, οίτινες ούτε ιερόσυλοι είναι ούτε την θεάν σας βλασφημούσιν.
38 Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
Εάν μεν λοιπόν ο Δημήτριος και οι συντεχνίται αυτού έχωσι διαφοράν μετά τινός, υπάρχουσι δικάσιμοι ημέραι και υπάρχουσιν ανθύπατοι, ας εγκαλέσωσιν αλλήλους.
39 Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
Εάν δε ζητήτε τι περί άλλων πραγμάτων, εν τη νομίμω συνελεύσει θέλει διαλυθή.
40 Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης.”
Διότι κινδυνεύομεν να κατηγορηθώμεν ως στασιασταί διά την σημερινήν ταραχήν, χωρίς να υπάρχη μηδεμία αιτία, διά της οποίας θέλομεν δυνηθή να δικαιολογήσωμεν τον θόρυβον τούτον.
41 Καὶ ταῦτα εἰπὼν, ἀπέλυσεν τὴν ἐκκλησίαν.
Και ειπών ταύτα, απέλυσε την συνέλευσιν.

< Πραξεις 19 >