< Κατα Λουκαν 1 >

1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
如你所知,很多人都曾试图用文字记录我们参与的成就。
2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
他们所记录的证据,来自最早见证和传递上帝讯息之人。
3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
由于我从始至终都参与其中,所以应该可以准确无误地撰写所发生的一切。
4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
敬爱的提阿非罗们,我之所以这么做,是为了让你们确认自己所学之道完全值得信赖。
5 Ἐγένετο ἐν ταῖς ἡμέραις ⸀Ἡρῴδουβασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, ⸀καὶγυνὴ ⸀αὐτῷἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
希律担任犹太王的那段时间,亚比雅班里有一位名叫撒迦利亚的祭司,他妻子以利沙伯是亚伦的后人。
6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ⸀ἐναντίοντοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
他们的一举一动都遵循上帝正道,严格遵守主所立下的一切诫命规条。
7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ⸂ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
但他们没有孩子,因为以利沙伯无法生育,而且二人都年岁已高。。
8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ
有一天,撒迦利亚按照排班的时间履行作为上帝祭司的职责,
9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου,
照惯例抽签后,他被选中进入主的神庙上香。
10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος·
在烧香的过程,众人都在外面祈祷。
11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
这时天使向撒迦利亚显化,立于香坛的右侧。
12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.
撒迦利亚见状颇感惊慌,非常害怕。
13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
天使说:“撒迦利亚,别害怕,上帝听到了你的祈求。你妻子以利沙伯将为你生下一子,你将为他起名为约翰。
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ ⸀γενέσειαὐτοῦ χαρήσονται·
这孩子会为你带来欢喜和快乐,许多人都会来庆祝他的降生。
15 ἔσται γὰρ μέγας ἐνώπιον ⸀τοῦκυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
他将成为主面前的尊者,滴酒不沾,未降生之前便有圣灵附体。
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν·
他将带领众多以色列人,回到主、也就是他们的上帝身边。
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
他将以以利亚的圣灵和力量走在前,劝说父亲们关爱自己的儿女,规劝悖逆之人走正道,让民众准备好迎接主。”
18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
撒迦利亚问天使:“我要如何相信这一切?我老了,我妻子也是一把年纪。”
19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·
天使回答:“我是上帝面前的加百列,奉命向你传话,告诉你这个好消息。
20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
但你并不相信我所说的一切,所以你会失语,直到我所言之事成真,你才能开口说话。”
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ⸂ἐν τῷ ναῷ αὐτόν.
众人正在外面等候撒迦利亚,见他迟迟未从神庙出来,很是奇怪。
22 ἐξελθὼν δὲ οὐκ ⸀ἐδύνατολαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.
但他出来时却真的失语了,无法讲话,只能打手势。于是众人意识到刚才在神庙中出现了神迹。
23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
他完成自己的职责后便回了家。
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα
几天后,他妻子以利沙伯果真怀孕,在家中待了五个月。
25 ὅτι Οὕτως μοι ⸀πεποίηκενκύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ⸀ἀφελεῖνὄνειδός μου ἐν ἀνθρώποις.
她说:“这一切是主的旨意,他这样待我,便是要让我不再在世人面前感到羞辱。”
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ⸀ἀπὸτοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
在怀孕的第六个月,上帝派天使加百列来到加利利的拿撒勒镇,现身在一个名叫玛利亚的少女面前。
27 πρὸς παρθένον ⸀ἐμνηστευμένηνἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
玛利亚当时已与一位名叫约瑟夫的男人订婚。
28 καὶ ⸀εἰσελθὼνπρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ ⸀σοῦ
天使向她问候,然后对她说“你很幸运,主与你同在。”
29 ἡ δὲ ⸂ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
玛利亚对此颇感困惑,不知道这问候到底意味着什么。
30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·
天使说:“玛利亚,不要怕!因为上帝已对你施以恩典。
31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
你将怀孕生子,那婴儿将起名叫耶稣。
32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
他将成为一位伟人,被称为至高上帝之子,上帝将把向其赐予祖先大卫的王位,
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. (aiōn g165)
他将永远统治雅各的家园,他的王国将永续存在。” (aiōn g165)
34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
玛利亚问天使:“但这怎能可能?我还是处女。”
35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ·
天使回答:“圣灵将降临于你,至高上帝将笼罩于你。那即将诞下的婴儿生而神圣,将被称为上帝之子。
36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ ⸀συγγενίςσου καὶ αὐτὴ ⸀συνείληφενυἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
甚至连你的亲戚以利沙伯都怀孕了,人们说那女人无法生育,现在怀胎已有六个月。
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ ⸂τοῦ θεοῦ πᾶν ῥῆμα.
对于上帝而言,一切皆有可能。”
38 εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος.
玛利亚说:“我听你的,随时准备服侍上帝,愿你所言的事情发生在我身上。”于是天使便离开了。
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,
稍后,玛利亚准备了一下便急忙赶去犹太山地的一座城市,
40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
来到撒迦利亚的家。她走进屋向以利沙伯问安。
41 καὶ ἐγένετο ὡς ἤκουσεν ⸂τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ,
听见玛利亚的问候,以利沙伯腹中的婴儿立刻开始跳动,表达着喜悦。圣灵注入了以利沙伯的体内,
42 καὶ ἀνεφώνησεν ⸀κραυγῇμεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
于是她高声说:“你是一位如此有福的女人,你腹中的婴儿能由你诞下,也是一种福气!
43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ⸀ἐμέ
我太荣幸了,我主之母能够造访我的寒舍。
44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ⸂ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
听到你问候的那一刻,我腹中的婴儿就欢喜跳跃。
45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
你真荣幸,因为你已确信,主将把对你的承诺变为现实!”
46 Καὶ εἶπεν Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
玛利亚说:“赞美主!
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου·
上帝救世主让我如此欢喜,
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·
因为我作为他的仆人,尽管身世卑微,他却决定垂青于我。今后万代都会认为我是获得赐福之人。
49 ὅτι ἐποίησέν μοι ⸀μεγάλαὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
全能上帝对我做出伟大之举,他的名字如此神圣。
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς ⸂καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν.
他的怜悯将在尊敬他的世界中传递。
51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
他凭借其力量,击败了那些自作聪明之人。
52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς,
他能够让位高权重之人跌落王位,让谦卑之人获得升华,
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
他让饥肠辘辘之人饱餐美食,也让富足之人两手空空。
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,
在他的帮助下,他的仆人以色列将永记他的怜悯, (aiōn g165)
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. (aiōn g165)
正如他向我们先父、亚伯拉罕及其后裔所做的承诺。”
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ⸀ὡςμῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
玛利亚和以利沙伯同住了三个月,然后便返回自己的家。
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
以利沙伯终于诞下一名男婴。
58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
邻居和亲戚们得知主向她施以如此善意,便和她一同庆祝。
59 Καὶ ἐγένετο ἐν τῇ ⸂ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
到了第八天,他们前来为孩子行割礼,打算让他随父亲的名字叫撒迦利亚。
60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
但以利沙伯说:“不要,他应该叫做约翰。”
61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ⸂ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
众人回答:“但你的亲戚中并没有这样的名字。”
62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι ⸀αὐτό
他们通过手势询问孩子的父亲撒迦利亚,询问他的意见。
63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ⸀ἐστὶνὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
撒迦利亚示意要写字。令众人诧异的是,他写下的是:“他就叫约翰。”
64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
忽然他再次开口说话了,开始赞美上帝。
65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
这一切让住在周围的人心生敬畏,这个消息很快就传遍整个犹太山地。
66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ ⸀γὰρχεὶρ κυρίου ἦν μετʼ αὐτοῦ.
众人听闻此事便思量它的含义:“这孩子将会成为怎样的人?”因为很显然,他对上帝而言非常特别。
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ⸀ἐπροφήτευσενλέγων·
婴儿的父亲撒迦利亚体内充满了圣灵,他预言道:
68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
“主就是以色列的上帝,他如此伟大,因为他降临到子民之中,为其赋予自由,
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ⸀ἐνοἴκῳ ⸀Δαυὶδπαιδὸς αὐτοῦ,
他向其仆人大卫的家族赐予伟大的救赎,
70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ⸀ἁγίωνἀπʼ αἰῶνος προφητῶν αὐτοῦ, (aiōn g165)
正如他自古以来借由其神圣先知所传达的预言。 (aiōn g165)
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
他承诺拯救我们摆脱敌人,远离那些憎恨我们的人。
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
他怜悯我们的祖先,记得他的圣约,
73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
那是他向我们的祖先亚伯拉罕所发誓言。
74 ἀφόβως ἐκ χειρὸς ⸀ἐχθρῶνῥυσθέντας λατρεύειν αὐτῷ
他让我们摆脱恐惧,从敌人手中拯救我们,
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ ⸂πάσαις ταῖς ἡμέραις ἡμῶν.
这让我们可以毕生遵循正道并服侍于他。
76 καὶ σὺ ⸀δέ παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ⸀ἐνώπιονκυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
尽管你现在只是一个婴儿,但却会被称为至高上帝的先知,因你将先于主之前,为他铺好道路,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
通过宽恕其子民的罪,传播救赎的讯息。
78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ⸀ἐπισκέψεταιἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
蒙上帝对我们的关爱怜悯,天堂的黎明将降临照耀我们,
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
照亮那些活在黑暗中、笼罩在死亡阴影中的人,引导我们走上平安之路。”
80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
这个叫做约翰的男孩逐渐长大,精神变得很强大。他一直住在荒野之中,等待在以色列人中公开露面的时机。

< Κατα Λουκαν 1 >