< Προς Τιμοθεον Α΄ 4 >

1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
Το δε Πνεύμα ρητώς λέγει ότι εν υστέροις καιροίς θέλουσιν αποστατήσει τινές από της πίστεως, προσέχοντες εις πνεύματα πλάνης και εις διδασκαλίας δαιμονίων,
2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
διά της υποκρίσεως ψευδολόγων, εχόντων την εαυτών συνείδησιν κεκαυτηριασμένην,
3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
εμποδιζόντων τον γάμον, προσταζόντων αποχήν βρωμάτων, τα οποία ο Θεός έκτισε διά να μεταλαμβάνωσι μετά ευχαριστίας οι πιστοί και οι γνωρίσαντες την αλήθειαν.
4 ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
Διότι παν κτίσμα Θεού είναι καλόν, και ουδέν απορρίψιμον, όταν λαμβάνηται μετά ευχαριστίας·
5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
διότι αγιάζεται διά του λόγου του Θεού και διά της προσευχής.
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας·
Ταύτα συμβουλεύων εις τους αδελφούς, θέλεις είσθαι καλός διάκονος του Ιησού Χριστού, εντρεφόμενος εν τοις λόγοις της πίστεως και της καλής διδασκαλίας, την οποίαν παρηκολούθησας.
7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.
Τους δε βεβήλους και γραώδεις μύθους παραιτού και γύμναζε σεαυτόν εις την ευσέβειαν·
8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
διότι η σωματική γυμνασία είναι προς ολίγον ωφέλιμος αλλ' η ευσέβεια είναι προς πάντα ωφέλιμος, έχουσα επαγγελίαν της παρούσης ζωής και της μελλούσης.
9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος·
Πιστός ο λόγος και πάσης αποδοχής άξιος·
10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
επειδή διά τούτο και κοπιάζομεν και ονειδιζόμεθα, διότι ελπίζομεν εις τον ζώντα Θεόν, όστις είναι ο Σωτήρ πάντων ανθρώπων, μάλιστα των πιστών.
11 Παράγγελλε ταῦτα καὶ δίδασκε.
Παράγγελλε ταύτα και δίδασκε.
12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.
Μηδείς ας μη καταφρονή την νεότητά σου, αλλά γίνου τύπος των πιστών εις λόγον, εις συναναστροφήν, εις αγάπην, εις πνεύμα, εις πίστιν, εις καθαρότητα.
13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
Έως να έλθω, καταγίνου εις την ανάγνωσιν, εις την προτροπήν, εις την διδασκαλίαν·
14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
μη αμέλει το χάρισμα, το οποίον είναι εν σοι, το οποίον εδόθη εις σε διά προφητείας μετά επιθέσεως των χειρών του πρεσβυτερίου.
15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν.
Ταύτα μελέτα, εις ταύτα μένε, διά να ήναι φανερά εις πάντας η προκοπή σου.
16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
Πρόσεχε εις σεαυτόν και εις την διδασκαλίαν, επίμενε εις αυτά· διότι τούτο πράττων και σεαυτόν θέλεις σώσει και τους ακούοντάς σε.

< Προς Τιμοθεον Α΄ 4 >