< Ζαχαρίας 2 >

1 Και ύψωσα τους οφθαλμούς μου και είδον και ιδού, ανήρ και σχοινίον μετρικόν εν τη χειρί αυτού·
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν
2 και είπα, Που υπάγεις συ; Ο δε είπε προς εμέ, να μετρήσω την Ιερουσαλήμ, διά να ίδω ποίον το πλάτος αυτής και ποίον το μήκος αυτής.
καὶ εἶπα πρὸς αὐτόν ποῦ σὺ πορεύῃ καὶ εἶπεν πρός με διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος
3 Και ιδού, ο άγγελος ο λαλών μετ' εμού εξήλθε, και έτερος άγγελος εξήλθεν εις συνάντησιν αυτού
καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ
4 και είπε προς αυτόν, Δράμε, λάλησον προς τον νεανίαν τούτον, λέγων, Η Ιερουσαλήμ θέλει κατοικηθή ατειχίστως εξ αιτίας του πλήθους των εν αυτή ανθρώπων και κτηνών·
καὶ εἶπεν πρὸς αὐτὸν λέγων δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς
5 διότι εγώ, λέγει Κύριος, θέλω είσθαι εις αυτήν τείχος πυρός κύκλω και θέλω είσθαι προς δόξαν εν μέσω αυτής.
καὶ ἐγὼ ἔσομαι αὐτῇ λέγει κύριος τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς
6 Ω, ώ· φεύγετε από της γης του βορρά, λέγει Κύριος· διότι σας διεσκόρπισα προς τους τέσσαρας ανέμους του ουρανού, λέγει Κύριος.
ὦ ὦ φεύγετε ἀπὸ γῆς βορρᾶ λέγει κύριος διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς λέγει κύριος
7 Ω, διασώθητι, Σιών, η κατοικούσα μετά της θυγατρός της Βαβυλώνος.
εἰς Σιων ἀνασῴζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος
8 Διότι ούτω λέγει ο Κύριος των δυνάμεων· Μετά την δόξαν με απέστειλε προς τα έθνη, τα οποία σας ελεηλάτησαν· διότι όστις εγγίζει εσάς, εγγίζει την κόρην του οφθαλμού αυτού.
διότι τάδε λέγει κύριος παντοκράτωρ ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ
9 Διότι, ιδού, εγώ θέλω σείσει την χείρα μου επ' αυτά και θέλουσιν είσθαι λάφυρον εις τους δουλεύοντας αυτά· και θέλετε γνωρίσει ότι ο Κύριος των δυνάμεων με απέστειλε.
διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτούς καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με
10 Τέρπου και ευφραίνου, θύγατερ Σιών· διότι ιδού, εγώ έρχομαι και θέλω κατοικήσει εν μέσω σου, λέγει Κύριος.
τέρπου καὶ εὐφραίνου θύγατερ Σιων διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου λέγει κύριος
11 Και έθνη πολλά θέλουσιν ενωθή μετά του Κυρίου εν τη ημέρα εκείνη και θέλουσιν είσθαι λαός μου, και θέλω κατοικήσει εν μέσω σου, και θέλει, γνωρίσει ότι ο Κύριος των δυνάμεων με εξαπέστειλε προς σε.
καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
12 Και ο Κύριος θέλει κατακληρονομήσει τον Ιούδαν διά μερίδα αυτού εν τη γη τη αγία και θέλει εκλέξει πάλιν την Ιερουσαλήμ.
καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ
13 Σιώπα, πάσα σαρξ, ενώπιον του Κυρίου· διότι εξηγέρθη από της κατοικίας της αγιότητος αυτού.
εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου διότι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ

< Ζαχαρίας 2 >