< Ψαλμοί 42 >

1 «Εις τον πρώτον μουσικόν, Μασχίλ, διά τους υιούς Κορέ.» Καθώς επιποθεί η έλαφος τους ρύακας των υδάτων, ούτως η ψυχή μου σε επιποθεί, Θεέ.
εἰς τὸ τέλος εἰς σύνεσιν τοῖς υἱοῖς Κορε ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ ὁ θεός
2 Διψά η ψυχή μου τον Θεόν, τον Θεόν τον ζώντα· πότε θέλω ελθεί και θέλω φανή ενώπιον του Θεού;
ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ
3 Τα δάκρυά μου έγειναν τροφή μου ημέραν και νύκτα, όταν μοι λέγωσι καθ' ημέραν, Που είναι ο Θεός σου;
ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ’ ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου
4 Ταύτα ενεθυμήθην και εξέχεα την ψυχήν μου εντός μου, ότι διέβαινον μετά του πλήθους και περιεπάτουν μετ' αυτού έως του οίκου του Θεού, εν φωνή χαράς και αινέσεως, μετά πλήθους εορτάζοντος.
ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος
5 Διά τι είσαι περίλυπος, ψυχή μου; και διά τι ταράττεσαι εντός μου; έλπισον επί τον Θεόν· επειδή έτι θέλω υμνεί αυτόν· το πρόσωπον αυτού είναι σωτηρία.
ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου ὁ θεός μου
6 Θεέ μου, η ψυχή μου είναι περίλυπος εντός μου· διά τούτο θέλω σε ενθυμείσθαι εκ γης Ιορδάνου και Ερμωνείμ εκ του όρους Μισάρ.
πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ ἀπὸ ὄρους μικροῦ
7 Άβυσσος προσκαλεί άβυσσον εις τον ήχον των καταρρακτών σου· πάντα τα κύματά σου και αι τρικυμίαι σου διήλθον επ' εμέ.
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον
8 Εν τη ημέρα θέλει προστάξει ο Κύριος το έλεος αυτού· εν δε τη νυκτί θέλει είσθαι μετ' εμού η ωδή αυτού, η προσευχή μου προς τον Θεόν της ζωής μου.
ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ καὶ νυκτὸς ᾠδὴ παρ’ ἐμοί προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου
9 Θέλω ειπεί προς τον Θεόν, την πέτραν μου, διά τι με ελησμόνησας; διά τι περιπατώ σκυθρωπός εκ της καταθλίψεως του εχθρού;
ἐρῶ τῷ θεῷ ἀντιλήμπτωρ μου εἶ διὰ τί μου ἐπελάθου ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου
10 Οι εχθροί μου ονειδίζοντές με συντρίβουσι τα οστά μου, λέγοντές μοι καθ' ημέραν, Που είναι ο Θεός σου;
ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με ἐν τῷ λέγειν αὐτούς μοι καθ’ ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου
11 Διά τι είσαι περίλυπος, ψυχή μου; και διά τι ταράττεσαι εντός μου; έλπισον επί τον Θεόν· επειδή έτι θέλω υμνεί αυτόν· αυτός είναι η σωτηρία του προσώπου μου και ο Θεός μου.
ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου

< Ψαλμοί 42 >