< Ψαλμοί 21 >

1 «Εις τον πρώτον μουσικόν. Ψαλμός του Δαβίδ.» Κύριε, εν τη δυνάμει σου θέλει ευφραίνεσθαι ο βασιλεύς· και πόσον θέλει υπεραγάλλεσθαι εν τη σωτηρία σου.
εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα
2 Την επιθυμίαν της καρδίας αυτού έδωκας εις αυτόν, και της αιτήσεως των χειλέων αυτού δεν εστέρησας αυτόν. Διάψαλμα.
τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν διάψαλμα
3 Διότι προέφθασας αυτόν εν ευλογίαις αγαθότητος· έθεσας επί την κεφαλήν αυτού στέφανον εκ καθαρού χρυσίου.
ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου
4 Ζωήν σε εζήτησε, και έδωκας εις αυτόν μακρότητα ημερών εις αιώνα αιώνος.
ζωὴν ᾐτήσατό σε καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος
5 Μεγάλη η δόξα αυτού διά της σωτηρίας σου· τιμήν και μεγαλοπρέπειαν έθεσας επ' αυτόν.
μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν
6 Διότι έθεσας αυτόν ευλογίαν εις τον αιώνα· υπερεύφρανας αυτόν διά του προσώπου σου.
ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου
7 Διότι ο βασιλεύς ελπίζει επί τον Κύριον, και διά του ελέους του Υψίστου δεν θέλει σαλευθή.
ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ
8 Η χειρ σου θέλει ευρεί πάντας τους εχθρούς σου· η δεξιά σου θέλει ευρεί τους μισούντάς σε.
εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε
9 Θέλεις κάμει αυτούς ως κάμινον πυρός εν τω καιρώ της οργής σου· ο Κύριος θέλει καταπίει αυτούς εν τω θυμώ αυτού· και πυρ θέλει καταφάγει αυτούς.
θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς καὶ καταφάγεται αὐτοὺς πῦρ
10 Θέλεις αφανίσει από της γης τον καρπόν αυτών, και το σπέρμα αυτών από των υιών των ανθρώπων.
τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων
11 Διότι εμηχανεύθησαν κακά εναντίον σου· διελογίσθησαν βουλήν, αλλά δεν ίσχυσαν.
ὅτι ἔκλιναν εἰς σὲ κακά διελογίσαντο βουλήν ἣν οὐ μὴ δύνωνται στῆσαι
12 Διά τούτο θέλεις κάμει αυτούς να τρέψωσι τα νώτα, όταν επί τας χορδάς σου ετοιμάσης τα βέλη σου κατά του προσώπου αυτών.
ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν
13 Υψώθητι, Κύριε, εν τη δυνάμει σου· θέλομεν υμνεί και ψαλμωδεί την δύναμίν σου.
ὑψώθητι κύριε ἐν τῇ δυνάμει σου ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου

< Ψαλμοί 21 >