< Ψαλμοί 144 >

1 «Ψαλμός του Δαβίδ.» Ευλογητός ο Κύριος, το φρούριόν μου, ο διδάσκων τας χείρας μου εις πόλεμον, τους δακτύλους μου εις μάχην·
τῷ Δαυιδ πρὸς τὸν Γολιαδ εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν τοὺς δακτύλους μου εἰς πόλεμον
2 το έλεός μου και το οχύρωμά μου, το υψηλόν καταφύγιόν μου και ο ελευθερωτής μου· η ασπίς μου, επί τον οποίον ήλπισα, όστις υποτάσσει τον λαόν μου υπ' εμέ.
ἔλεός μου καὶ καταφυγή μου ἀντιλήμπτωρ μου καὶ ῥύστης μου ὑπερασπιστής μου καὶ ἐπ’ αὐτῷ ἤλπισα ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ’ ἐμέ
3 Κύριε, τι είναι ο άνθρωπος, και γνωρίζεις αυτόν; ή ο υιός του ανθρώπου, και συλλογίζεσαι αυτόν;
κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν
4 Ο άνθρωπος ομοιάζει την ματαιότητα· αι ημέραι αυτού είναι ως σκιά παρερχομένη.
ἄνθρωπος ματαιότητι ὡμοιώθη αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν
5 Κύριε, κλίνον τους ουρανούς σου και κατάβηθι· έγγισον τα όρη, και θέλουσι καπνίσει.
κύριε κλῖνον οὐρανούς σου καὶ κατάβηθι ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται
6 Άστραψον αστραπήν, και θέλεις διασκορπίσει αυτούς· ρίψον τα βέλη σου, και θέλεις εξολοθρεύσει αυτούς.
ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς
7 Εξαπόστειλον την χείρα σου εξ ύψους· λύτρωσόν με και ελευθέρωσόν με εξ υδάτων πολλών, εκ χειρός των υιών του αλλοτρίου,
ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν ἐκ χειρὸς υἱῶν ἀλλοτρίων
8 των οποίων το στόμα λαλεί ματαιότητα, και η δεξιά αυτών είναι δεξιά ψεύδους.
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας
9 Θεέ, ωδήν νέαν θέλω ψάλλει εις σέ· εν ψαλτηρίω δεκαχόρδω θέλω ψαλμωδεί εις σέ·
ὁ θεός ᾠδὴν καινὴν ᾄσομαί σοι ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι
10 τον διδόντα σωτηρίαν εις τους βασιλείς· τον λυτρόνοντα Δαβίδ τον δούλον αυτού από ρομφαίας πονηράς.
τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς
11 Λύτρωσόν με και ελευθέρωσόν με από χειρός των υιών του αλλοτρίου, των οποίων το στόμα λαλεί ματαιότητα, και η δεξιά αυτών είναι δεξιά ψεύδους·
ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας
12 διά να ήναι οι υιοί ημών ως νεόφυτα, αυξάνοντες εις την νεότητα αυτών· αι θυγατέρες ημών ως ακρογωνιαίοι λίθοι τετορνευμένοι προς στολισμόν παλατίου·
ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ
13 Αι αποθήκαι ημών πλήρεις, ώστε να δίδωσι παν είδος τροφής· τα πρόβατα ημών πληθυνόμενα εις χιλιάδας και μυριάδας εν τοις αγροίς ημών·
τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν
14 οι βόες ημών πολύτοκοι· να μη υπάρχη μήτε έφοδος εχθρών μήτε εξόρμησις, μηδέ κραυγή εν ταις πλατείαις ημών.
οἱ βόες αὐτῶν παχεῖς οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν
15 Μακάριος ο λαός, όστις ευρίσκεται εν τοιαύτη καταστάσει μακάριος ο λαός, του οποίου ο Κύριος είναι ο Θεός αυτού.
ἐμακάρισαν τὸν λαόν ᾧ ταῦτά ἐστιν μακάριος ὁ λαός οὗ κύριος ὁ θεὸς αὐτοῦ

< Ψαλμοί 144 >