< Ἔσδρας Βʹ 1 >

1 Λόγοι Νεεμία υιού του Αχαλία. Και εν τω μηνί Χισλεύ, εν τω εικοστώ έτει, ότε ήμην εν Σούσοις τη βασιλευούση,
λόγοι Νεεμια υἱοῦ Αχαλια καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα
2 ο Ανανί, εις εκ των αδελφών μου, ήλθεν, αυτός και τινές εκ του Ιούδα, και ηρώτησα αυτούς περί των διασωθέντων Ιουδαίων, οίτινες εναπελείφθησαν εκ της αιχμαλωσίας, και περί Ιερουσαλήμ.
καὶ ἦλθεν Ανανι εἷς ἀπὸ ἀδελφῶν μου αὐτὸς καὶ ἄνδρες Ιουδα καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ
3 Και είπον προς εμέ, Οι υπόλοιποι, οι εναπολειφθέντες εκ της αιχμαλωσίας εκεί εν τη επαρχία, είναι εν θλίψει μεγάλη, και ονειδισμώ· και το τείχος της Ιερουσαλήμ καθηρέθη, και αι πύλαι αυτής κατεκαύθησαν εν πυρί.
καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ καὶ τείχη Ιερουσαλημ καθῃρημένα καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί
4 Και ότε ήκουσα τους λόγους τούτους, εκάθησα και έκλαυσα και επένθησα ημέρας και ενήστευον, και προσηυχόμην ενώπιον του Θεού του ουρανού,
καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ
5 και είπα, Δέομαι, Κύριε, Θεέ του ουρανού, ο μέγας και φοβερός Θεός, ο φυλάττων την διαθήκην και το έλεος προς τους αγαπώντας αυτόν και τηρούντας τας εντολάς αυτού,
καὶ εἶπα μὴ δή κύριε ὁ θεὸς τοῦ οὐρανοῦ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ
6 ας ήναι τώρα το ους σου προσεκτικόν και οι οφθαλμοί σου ανεωγμένοι, διά να ακούσης την προσευχήν του δούλου σου, την οποίαν ήδη προσεύχομαι ενώπιόν σου ημέραν και νύκτα υπέρ των υιών Ισραήλ των δούλων σου, και εξομολογούμαι τα αμαρτήματα των υιών Ισραήλ, τα οποία ημαρτήσαμεν εις σέ· και εγώ και ο οίκος του πατρός μου ημαρτήσαμεν.
ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν Ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν
7 Όλως διεφθάρημεν ενώπιόν σου, και δεν εφυλάξαμεν τας εντολάς και τα διατάγματα και τας κρίσεις, τας οποίας προσέταξας εις τον δούλον σου τον Μωϋσήν.
διαλύσει διελύσαμεν πρὸς σὲ καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου
8 Ενθυμήθητι, δέομαι, τον λόγον, τον οποίον προσέταξας εις τον δούλον σου τον Μωϋσήν, λέγων, Εάν γείνητε παραβάται, εγώ θέλω σας διασκορπίσει μεταξύ των εθνών·
μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων ὑμεῖς ἐὰν ἀσυνθετήσητε ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς
9 αλλ' εάν επιστρέψητε προς εμέ και φυλάξητε τας εντολάς μου και εκτελήτε αυτάς, και αν ήναι από σας απερριμμένοι έως των εσχάτων του ουρανού, και εκείθεν θέλω συνάξει αυτούς και θέλω φέρει αυτούς εις τον τόπον, τον οποίον εξέλεξα διά να κατοικίσω το όνομά μου εκεί.
καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ
10 Ούτοι δε είναι δούλοί σου και λαός σου, τους οποίους ελύτρωσας διά της δυνάμεώς σου της μεγάλης και διά της χειρός σου της κραταιάς.
καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου οὓς ἐλυτρώσω ἐν δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ
11 Δέομαι, Κύριε, ας ήναι ήδη το ους σου προσεκτικόν εις την προσευχήν του δούλου σου και εις την προσευχήν των δούλων σου, των θελόντων να φοβώνται το όνομά σου· και ευόδωσον, δέομαι, τον δούλον σου την ημέραν ταύτην, και χάρισον εις αυτόν έλεος ενώπιον του ανδρός τούτου. Διότι εγώ ήμην οινοχόος του βασιλέως.
μὴ δή κύριε ἀλλ’ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ

< Ἔσδρας Βʹ 1 >