< Ἔσδρας Βʹ 2 >

1 Και εν τω μηνί Νισάν, εν τω εικοστώ έτει Αρταξέρξου του βασιλέως, ήτο οίνος έμπροσθεν αυτού· και λαβών τον οίνον, έδωκα εις τον βασιλέα. Ποτέ δε δεν είχον σκυθρωπάσει ενώπιον αυτού.
καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστοῦ Αρθασασθα βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ
2 Όθεν ο βασιλεύς είπε προς εμέ, Διά τι το πρόσωπόν σου είναι σκυθρωπόν, ενώ συ άρρωστος δεν είσαι; τούτο δεν είναι ειμή λύπη καρδίας. Τότε εφοβήθην πολύ σφόδρα.
καὶ εἶπέν μοι ὁ βασιλεύς διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων οὐκ ἔστιν τοῦτο εἰ μὴ πονηρία καρδίας καὶ ἐφοβήθην πολὺ σφόδρα
3 Και είπα προς τον βασιλέα, Ζήτω ο βασιλεύς εις τον αιώνα· διά τι το πρόσωπόν μου να μη ήναι σκυθρωπόν, ενώ η πόλις, ο τόπος των τάφων των πατέρων μου, κείται ηρημωμένος, και αι πύλαι αυτής κατηναλωμέναι υπό του πυρός;
καὶ εἶπα τῷ βασιλεῖ ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου διότι ἡ πόλις οἶκος μνημείων πατέρων μου ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί
4 Τότε ο βασιλεύς είπε προς εμέ, Περί τίνος κάμνεις συ αίτησιν; Και προσηυχήθην εις τον Θεόν του ουρανού.
καὶ εἶπέν μοι ὁ βασιλεύς περὶ τίνος τοῦτο σὺ ζητεῖς καὶ προσηυξάμην πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ
5 Και είπα προς τον βασιλέα, Εάν ήναι αρεστόν εις τον βασιλέα, και εάν ο δούλός σου εύρηκε χάριν ενώπιόν σου, να με πέμψης εις τον Ιούδαν, εις την πόλιν των τάφων των πατέρων μου, και να ανοικοδομήσω αυτήν.
καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ιουδα εἰς πόλιν μνημείων πατέρων μου καὶ ἀνοικοδομήσω αὐτήν
6 Και είπεν ο βασιλεύς προς εμέ, καθημένης πλησίον αυτού της βασιλίσσης, Πόσον μακρά θέλει είσθαι η πορεία σου; και πότε θέλεις επιστρέψει; Και ευηρεστήθη ο βασιλεύς και με έπεμψε· και έδωκα εις αυτόν προθεσμίαν.
καὶ εἶπέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως καὶ ἀπέστειλέν με καὶ ἔδωκα αὐτῷ ὅρον
7 Και είπα προς τον βασιλέα, Εάν ήναι αρεστόν εις τον βασιλέα, ας μοι δοθώσιν επιστολαί προς τους πέραν του ποταμού επάρχους, διά να με συμπαραπέμψωσιν, εωσού έλθω εις τον Ιούδαν·
καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με ἕως ἔλθω ἐπὶ Ιουδαν
8 και επιστολή προς τον Ασάφ τον φύλακα του βασιλικού δάσους, διά να μοι δώση ξύλα να κατασκευάσω τας πύλας του φρουρίου του ναού και το τείχος της πόλεως και τον οίκον, εις τον οποίον θέλω εισέλθει. Και εχάρισεν ο βασιλεύς εις εμέ πάντα, κατά την επ' εμέ αγαθήν χείρα του Θεού μου.
καὶ ἐπιστολὴν ἐπὶ Ασαφ φύλακα τοῦ παραδείσου ὅς ἐστιν τῷ βασιλεῖ ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον ὃν εἰσελεύσομαι εἰς αὐτόν καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεοῦ ἡ ἀγαθή
9 Ήλθον λοιπόν προς τους πέραν του ποταμού επάρχους και έδωκα εις αυτούς τας επιστολάς του βασιλέως. Είχε δε αποστείλει ο βασιλεύς αρχηγούς δυνάμεως και ιππείς μετ' εμού.
καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως καὶ ἀπέστειλεν μετ’ ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς
10 Ότε δε Σαναβαλλάτ ο Ορωνίτης και Τωβίας ο δούλος, ο Αμμωνίτης, ήκουσαν, ελυπήθησαν καθ' υπερβολήν ότι ήλθεν άνθρωπος να ζητήση το καλόν των υιών Ισραήλ.
καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ισραηλ
11 Και ήλθον εις Ιερουσαλήμ και ήμην εκεί τρεις ημέρας.
καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς
12 Και εσηκώθην την νύκτα, εγώ και ολίγοι τινές μετ' εμού· και δεν εφανέρωσα εις ουδένα τι είχε βάλει ο Θεός μου εν τη καρδία μου να κάμω εις την Ιερουσαλήμ· και άλλο κτήνος δεν ήτο μετ' εμού, ειμή το κτήνος επί του οποίου εκαθήμην.
καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ’ ἐμοῦ καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ισραηλ καὶ κτῆνος οὐκ ἔστιν μετ’ ἐμοῦ εἰ μὴ τὸ κτῆνος ᾧ ἐγὼ ἐπιβαίνω ἐπ’ αὐτῷ
13 Και εξήλθον την νύκτα διά της πύλης της φάραγγος, και ήλθον απέναντι της πηγής του δράκοντος και προς την θύραν της κοπρίας, και παρετήρουν τα τείχη της Ιερουσαλήμ, τα οποία ήσαν κατακεκρημνισμένα, και τας πύλας αυτής κατηναλωμένας υπό του πυρός.
καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλα καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ιερουσαλημ ὃ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί
14 Έπειτα διέβην εις την πύλην της πηγής και εις την βασιλικήν κολυμβήθραν· και δεν ήτο τόπος διά να περάση το κτήνος το υποκάτω μου.
καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αιν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου
15 Και ανέβην την νύκτα διά του χειμάρρου· και αφού παρετήρησα το τείχος, εστράφην και εισήλθον διά της πύλης της φάραγγος και επέστρεψα.
καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα
16 Οι δε προεστώτες δεν ήξευρον που υπήγα και τι έκαμον· ουδέ είχον φανερώσει έτι τούτο ούτε εις τους Ιουδαίους, ούτε εις τους ιερείς, ούτε εις τους προκρίτους, ούτε εις τους προεστώτας, ούτε εις τους λοιπούς τους εργαζομένους το έργον.
καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ καὶ τοῖς Ιουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα
17 Και είπα προς αυτούς, Σεις βλέπετε την δυστυχίαν εις την οποίαν είμεθα, πως η Ιερουσαλήμ κείται ηρημωμένη και αι πύλαι αυτής είναι κατηναλωμέναι υπό του πυρός· έλθετε και ας ανοικοδομήσωμεν το τείχος της Ιερουσαλήμ, διά να μη ήμεθα πλέον όνειδος.
καὶ εἶπα πρὸς αὐτούς ὑμεῖς βλέπετε τὴν πονηρίαν ἐν ᾗ ἐσμεν ἐν αὐτῇ πῶς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ιερουσαλημ καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος
18 Και απήγγειλα προς αυτούς περί της επ' εμέ αγαθής χειρός του Θεού μου, και έτι τους λόγους του βασιλέως, τους οποίους είπε προς εμέ. Οι δε είπον, Ας σηκωθώμεν και ας οικοδομήσωμεν. Ούτως ενίσχυσαν τας χείρας αυτών προς το αγαθόν.
καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ ἥ ἐστιν ἀγαθὴ ἐπ’ ἐμέ καὶ τοὺς λόγους τοῦ βασιλέως οὓς εἶπέν μοι καὶ εἶπα ἀναστῶμεν καὶ οἰκοδομήσωμεν καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν
19 Αλλ' ότε ήκουσαν ο Σαναβαλλάτ ο Ορωνίτης και Τωβίας ο δούλος, ο Αμμωνίτης, και ο Γησέμ ο Άραψ, περιεγέλασαν ημάς και περιεφρόνησαν ημάς, λέγοντες, Τι είναι το πράγμα τούτο το οποίον κάμνετε; θέλετε να επαναστατήσητε κατά του βασιλέως;
καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ Γησαμ ὁ Αραβι καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ’ ἡμᾶς καὶ εἶπαν τί τὸ ῥῆμα τοῦτο ὃ ὑμεῖς ποιεῖτε ἦ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε
20 Και εγώ απεκρίθην προς αυτούς και είπα προς αυτούς, Ο Θεός του ουρανού, αυτός θέλει ευοδώσει ημάς· διά τούτο ημείς οι δούλοι αυτού θέλομεν σηκωθή και οικοδομήσει· σεις όμως δεν έχετε μερίδα ουδέ δικαίωμα ουδέ μνημόσυνον εν Ιερουσαλήμ.
καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς ὁ θεὸς τοῦ οὐρανοῦ αὐτὸς εὐοδώσει ἡμῖν καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί καὶ οἰκοδομήσομεν καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ιερουσαλημ

< Ἔσδρας Βʹ 2 >