< Κατα Μαρκον 8 >

1 Εν εκείναις ταις ημέραις, επειδή ήτο πάμπολυς όχλος και δεν είχον τι να φάγωσι, προσκαλέσας ο Ιησούς τους μαθητάς αυτού λέγει προς αυτούς·
Ἐν ἐκείναις ταῖς ἡμέραις, παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς,
2 Σπλαγχνίζομαι διά τον όχλον, ότι τρεις ήδη ημέρας μένουσι πλησίον μου και δεν έχουσι τι να φάγωσι·
Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι·
3 και εάν απολύσω αυτούς νήστεις εις τους οίκους αυτών, θέλουσιν αποκάμει καθ' οδόν· διότι τινές εξ αυτών ήλθον μακρόθεν.
καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασι.
4 Και απεκρίθησαν προς αυτόν οι μαθηταί αυτού· Πόθεν θέλει τις δυνηθή να χορτάση τούτους από άρτων εδώ επί της ερημίας;
Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας;
5 Και ηρώτησεν αυτούς· Πόσους άρτους έχετε; Οι δε είπον· Επτά.
Καὶ ἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά.
6 Και προσέταξε τον όχλον να καθήσωσιν επί της γής· και λαβών τους επτά άρτους, αφού ευχαρίστησεν, έκοψε και έδιδεν εις τους μαθητάς αυτού διά να βάλωσιν έμπροσθεν του όχλου· και έβαλον.
Καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 Είχον και ολίγα οψαράκια· και ευλογήσας είπε να βάλωσι και αυτά.
Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπε παραθεῖναι καὶ αὐτά.
8 Έφαγον δε και εχορτάσθησαν, και εσήκωσαν περισσεύματα κλασμάτων επτά σπυρίδας.
Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 Ήσαν δε οι φαγόντες ως τετρακισχίλιοι· και απέλυσεν αυτούς.
Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 Και ευθύς εμβάς εις το πλοίον μετά των μαθητών αυτού, ήλθεν εις τα μέρη Δαλμανουθά.
Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 Και εξήλθον οι Φαρισαίοι και ήρχισαν να κάμνωσιν ερωτήσεις προς αυτόν, και εζήτουν παρ' αυτού σημείον από του ουρανού, πειράζοντες αυτόν.
Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 Τότε αναστενάξας εκ καρδίας αυτού, λέγει· Διά τι η γενεά αύτη σημείον ζητεί; αληθώς σας λέγω, δεν θέλει δοθή εις την γενεάν ταύτην σημείον.
Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 Και αφήσας αυτούς εισήλθε πάλιν εις το πλοίον και απήλθεν εις το πέραν.
Καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλιν εἰς τὸ πλοῖον, ἀπῆλθεν εἰς τὸ πέραν.
14 Ελησμόνησαν δε να λάβωσιν άρτους και δεν είχον μεθ' εαυτών εν τω πλοίω ειμή ένα άρτον.
Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 Και παρήγγελλεν εις αυτούς, λέγων· Βλέπετε, προσέχετε από της ζύμης των Φαρισαίων και της ζύμης του Ηρώδου.
Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
16 Και διελογίζοντο προς αλλήλους, λέγοντες ότι άρτους δεν έχομεν.
Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν.
17 Νοήσας δε ο Ιησούς, λέγει προς αυτούς· Τι διαλογίζεσθε ότι δεν έχετε άρτους; έτι δεν νοείτε ουδέ καταλαμβάνετε; έτι πεπωρωμένην έχετε την καρδίαν σας;
Καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 οφθαλμούς έχοντες δεν βλέπετε, και ώτα έχοντες δεν ακούετε; και δεν ενθυμείσθε;
Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε;
19 ότε έκοψα τους πέντε άρτους εις τους πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων εσηκώσατε; Λέγουσι προς αυτόν· δώδεκα.
Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα.
20 Και ότε τους επτά εις τους τετρακισχιλίους, πόσας σπυρίδας πλήρεις κλασμάτων εσηκώσατε; Οι δε είπον· Επτά.
Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; Οἱ δὲ εἶπον, Ἑπτά.
21 Και έλεγε προς αυτούς· Πως δεν καταλαμβάνετε;
Καὶ ἔλεγεν αὐτοῖς, Πῶς οὐ συνίετε;
22 Και έρχεται εις Βηθσαϊδάν. Και φέρουσι προς αυτόν τυφλόν και παρακαλούσιν αυτόν να εγγίση αυτόν.
Καὶ ἔρχεται εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 Και πιάσας την χείρα του τυφλού, έφερεν αυτόν έξω της κώμης και πτύσας εις τα όμματα αυτού, επέθεσεν επ' αυτόν τας χείρας και ηρώτα αυτόν αν βλέπη τι.
Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.
24 Και αναβλέψας έλεγε· Βλέπω τους ανθρώπους, ό,τι ως δένδρα βλέπω περιπατούντας.
Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
25 Έπειτα πάλιν επέθεσε τας χείρας επί τους οφθαλμούς αυτού και έκαμεν αυτόν να αναβλέψη, και αποκατεστάθη η όρασις αυτού, και είδε καθαρώς άπαντας.
Εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας.
26 Και απέστειλεν αυτόν εις τον οίκον αυτού, λέγων· Μηδέ εις την κώμην εισέλθης μηδέ είπης τούτο εις τινά εν τη κώμη.
Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27 Και εξήλθεν ο Ιησούς και οι μαθηταί αυτού εις τας κώμας της Καισαρείας Φιλίππου· και καθ' οδόν ηρώτα τους μαθητάς αυτού, λέγων προς αυτούς· Τίνα με λέγουσιν οι άνθρωποι ότι είμαι;
Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28 Οι δε απεκρίθησαν· Ιωάννην τον Βαπτιστήν, και άλλοι τον Ηλίαν, άλλοι δε ένα των προφητών.
Οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν· ἄλλοι δὲ ἕνα τῶν προφητῶν.
29 Και αυτός λέγει προς αυτούς· Αλλά σεις τίνα με λέγετε ότι είμαι; Και αποκριθείς ο Πέτρος, λέγει προς αυτόν· Συ είσαι ο Χριστός.
Καὶ αὐτὸς λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός.
30 Και παρήγγειλεν αυστηρώς εις αυτούς να μη λέγωσιν εις μηδένα περί αυτού.
Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31 Και ήρχισε να διδάσκη αυτούς ότι πρέπει ο Υιός του ανθρώπου να πάθη πολλά, και να καταφρονηθή από των πρεσβυτέρων και αρχιερέων και γραμματέων, και να θανατωθή, και μετά τρεις ημέρας να αναστηθή·
Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 και ελάλει τον λόγον παρρησία. Και παραλαβών αυτόν ο Πέτρος κατ' ιδίαν, ήρχισε να επιτιμά αυτόν.
καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ.
33 Ο δε επιστραφείς και ιδών τους μαθητάς αυτού, επετίμησε τον Πέτρον λέγων· Ύπαγε οπίσω μου, Σατανά· διότι δεν φρονείς τα του Θεού, αλλά τα των ανθρώπων.
Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 Και προσκαλέσας τον όχλον μετά των μαθητών αυτού, είπε προς αυτούς· Όστις θέλει να έλθη οπίσω μου, ας απαρνηθή εαυτόν και ας σηκώση τον σταυρόν αυτού, και ας με ακολουθή.
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35 Διότι όστις θέλει να σώση την ζωήν αυτού, θέλει απολέσει αυτήν· και όστις απολέση την ζωήν αυτού ένεκεν εμού και του ευαγγελίου, ούτος θέλει σώσει αυτήν.
Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.
36 Επειδή τι θέλει ωφελήσει τον άνθρωπον, εάν κερδήση τον κόσμον όλον και ζημιωθή την ψυχήν αυτού;
Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;
37 Η τι θέλει δώσει ο άνθρωπος εις ανταλλαγήν της ψυχής αυτού;
Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 Διότι όστις αισχυνθή δι' εμέ και διά τους λόγους μου εν τη γενεά ταύτη τη μοιχαλίδι και αμαρτωλώ, και ο Υιός του ανθρώπου θέλει αισχυνθή δι' αυτόν, όταν έλθη εν τη δόξη του Πατρός αυτού μετά των αγγέλων.
Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

< Κατα Μαρκον 8 >