< Κατα Λουκαν 8 >

1 Και μετά ταύτα διήρχετο αυτός πάσαν πόλιν και κώμην, κηρύττων και ευαγγελιζόμενος την βασιλείαν του Θεού, και οι δώδεκα ήσαν μετ' αυτού,
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ,
2 και γυναίκες τινές, αίτινες ήσαν τεθεραπευμέναι από πνευμάτων πονηρών και ασθενειών, Μαρία η καλουμένη Μαγδαληνή, εκ της οποίας είχον εκβή επτά δαιμόνια,
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
3 και Ιωάννα η γυνή του Χουζά, επιτρόπου του Ηρώδου, και Σουσάννα και άλλαι πολλαί, αίτινες διηκόνουν αυτόν από των υπαρχόντων αυτών.
καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.
4 Επειδή δε συνέτρεχεν όχλος πολύς και ήρχοντο προς αυτόν από πάσης πόλεως, είπε διά παραβολής·
Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπε διὰ παραβολῆς,
5 Εξήλθεν ο σπείρων, διά να σπείρη τον σπόρον αυτού. Και ενώ έσπειρεν, άλλο μεν έπεσε παρά την οδόν και κατεπατήθη, και τα πετεινά του ουρανού κατέφαγον αυτό·
Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
6 άλλο δε έπεσεν επί την πέτραν και αναφυέν εξηράνθη, διότι δεν είχεν ικμάδα·
Καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
7 και άλλο έπεσεν εις το μέσον των ακανθών, και συμφυτρώσασαι αι άκανθαι απέπνιξαν αυτό·
Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
8 και άλλο έπεσεν επί την γην την αγαθήν, και αναφυέν έκαμε καρπόν εκατονταπλασίονα. Ταύτα λέγων, εφώναζεν· Ο έχων ώτα διά να ακούη, ας ακούη.
Καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9 Ηρώτων δε αυτόν οι μαθηταί αυτού, λέγοντες· Τι σημαίνει η παραβολή αύτη;
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, Τίς εἴη ἡ παραβολὴ αὕτη;
10 Ο δε είπεν· Εις εσάς εδόθη να γνωρίσητε τα μυστήρια της βασιλείας του Θεού, εις δε τους λοιπούς διά παραβολών, διά να μη βλέπωσιν ενώ βλέπουσι και να μη καταλαμβάνωσιν ενώ ακούουσιν.
Ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσιν.
11 Αύτη δε είναι η παραβολή· Ο σπόρος είναι ο λόγος του Θεού·
Ἔστι δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ.
12 οι δε σπειρόμενοι παρά την οδόν είναι οι ακούοντες, έπειτα έρχεται ο διάβολος και αφαιρεί τον λόγον από της καρδίας αυτών, διά να μη πιστεύσωσι και σωθώσιν.
Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
13 Οι δε επί της πέτρας είναι εκείνοι οίτινες, όταν ακούσωσι, μετά χαράς δέχονται τον λόγον, και ούτοι ρίζαν δεν έχουσιν, οίτινες προς καιρόν πιστεύουσι και εν καιρώ πειρασμού αποστατούσι.
Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
14 Το δε πεσόν εις τας ακάνθας, ούτοι είναι εκείνοι οίτινες ήκουσαν, και υπό μεριμνών και πλούτου και ηδονών του βίου υπάγουσι και συμπνίγονται και δεν τελεσφορούσι.
Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσι.
15 Το δε εις την καλήν γην, ούτοι είναι εκείνοι, οίτινες ακούσαντες τον λόγον, κρατούσιν εν καρδία καλή και αγαθή και καρποφορούσιν εν υπομονή.
Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16 Ουδείς δε λύχνον ανάψας, σκεπάζει αυτόν με σκεύος και θέτει υποκάτω κλίνης, αλλά θέτει επί του λυχνοστάτου, διά να βλέπωσι το φως οι εισερχόμενοι.
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς.
17 Διότι δεν υπάρχει κρυπτόν, το οποίον δεν θέλει γείνει φανερόν; ουδέ απόκρυφον, το οποίον δεν θέλει γείνει γνωστόν και ελθεί εις το φανερόν.
Οὐ γάρ ἐστι κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ.
18 Προσέχετε λοιπόν πως ακούετε· διότι όστις έχει, θέλει δοθή εις αυτόν, και όστις δεν έχει, και εκείνο το οποίον νομίζει ότι έχει θέλει αφαιρεθή απ' αυτού.
Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.
19 Ήλθον δε προς αυτόν η μήτηρ και οι αδελφοί αυτού και δεν ηδύναντο διά τον όχλον να πλησιάσωσιν αυτόν.
Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
20 Και απηγγέλθη προς αυτόν υπό τινών λεγόντων· Η μήτηρ σου και οι αδελφοί σου ίστανται έξω θέλοντες να σε ίδωσιν.
Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.
21 Ο δε αποκριθείς είπε προς αυτούς· Μήτηρ μου και αδελφοί μου είναι ούτοι, οι ακούοντες τον λόγον του Θεού και πράττοντες αυτόν.
Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.
22 Και εν μιά των ημερών εισήλθεν εις πλοίον αυτός και οι μαθηταί αυτού, και είπε προς αυτούς· Ας διέλθωμεν εις το πέραν της λίμνης· και εσηκώθησαν.
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν.
23 Ενώ δε έπλεον, απεκοιμήθη. Και κατέβη ανεμοστρόβιλος εις την λίμνην, και εγεμίζετο το πλοίον και εκινδύνευον.
Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον.
24 Προσελθόντες δε εξύπνησαν αυτόν, λέγοντες· Επιστάτα, Επιστάτα, χανόμεθα. Ο δε σηκωθείς επετίμησε τον άνεμον και την ταραχήν του ύδατος, και έπαυσαν, και έγεινε γαλήνη.
Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
25 Είπε δε προς αυτούς, που είναι η πίστις σας; Και φοβηθέντες εθαύμασαν, λέγοντες προς αλλήλους· Τις λοιπόν είναι ούτος, ότι και τους ανέμους προστάζει και το ύδωρ, και υπακούουσιν εις αυτόν;
Εἶπε δὲ αὐτοῖς, Ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 Και κατέπλευσαν εις την χώραν των Γαδαρηνών, ήτις είναι αντιπέραν της Γαλιλαίας.
Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας.
27 Και καθώς εξήλθεν επί την γην, υπήντησεν αυτόν άνθρωπός τις εκ της πόλεως, όστις είχε δαιμόνια από χρόνων πολλών, και ιμάτιον δεν ενεδύετο και εν οικία δεν έμενεν, αλλ' εν τοις μνήμασιν.
Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν.
28 Ιδών δε τον Ιησούν, ανέκραξε και προσέπεσεν εις αυτόν και μετά φωνής μεγάλης είπε· Τι είναι μεταξύ εμού και σου, Ιησού, Υιέ του Θεού του Υψίστου; δέομαί σου, μη με βασανίσης.
Ἰδὼν δὲ τὸν Ἰησοῦν, καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.
29 Διότι προσέταξεν εις το πνεύμα το ακάθαρτον να εξέλθη από του ανθρώπου. Επειδή προ πολλών χρόνων είχε συναρπάσει αυτόν, και εδεσμεύετο με αλύσεις και εφυλάττετο με ποδόδεσμα και διασπών τα δεσμά, εφέρετο υπό του δαίμονος εις τας ερήμους.
Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους.
30 Και ηρώτησεν αυτόν ο Ιησούς, λέγων· Τι είναι το όνομά σου; Ο δε είπε· Λεγεών· διότι δαιμόνια πολλά εισήλθον εις αυτόν·
Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι ἐστὶν ὄνομα; Ὁ δὲ εἶπε, Λεγεών, ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν.
31 και παρεκάλουν αυτόν να μη προστάξη αυτά να απέλθωσιν εις την άβυσσον. (Abyssos g12)
Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. (Abyssos g12)
32 Ήτο δε εκεί αγέλη χοίρων πολλών βοσκομένων εν τω όρει· και παρεκάλουν αυτόν να επιτρέψη εις αυτά να εισέλθωσιν εις εκείνους· και επέτρεψεν εις αυτά.
Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς.
33 Εξελθόντα δε τα δαιμόνια από του ανθρώπου, εισήλθον εις τους χοίρους, και ώρμησεν η αγέλη κατά του κρημνού εις την λίμνην και απεπνίγη.
Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθεν εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.
34 Ιδόντες δε οι βοσκοί το γενόμενον έφυγον, και απελθόντες απήγγειλαν εις την πόλιν και εις τους αγρούς.
Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπελθόντες ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
35 Και εξήλθον διά να ίδωσι το γεγονός, και ήλθον προς τον Ιησούν και εύρον τον άνθρωπον, εκ του οποίου είχον εξέλθει τα δαιμόνια, καθήμενον παρά τους πόδας του Ιησού, ενδεδυμένον και σωφρονούντα· και εφοβήθησαν.
Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν.
36 Διηγήθησαν δε προς αυτούς και οι ιδόντες πως εσώθη ο δαιμονιζόμενος.
Ἀπήγγειλαν δὲ αὐτοῖς καὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
37 Και άπαν το πλήθος της περιχώρου των Γαδαρηνών παρεκάλεσαν αυτόν να αναχωρήση απ' αυτών, διότι κατείχοντο υπό μεγάλου φόβου, αυτός δε εμβάς εις το πλοίον υπέστρεψεν.
Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν.
38 Ο δε άνθρωπος, εκ του οποίου είχον εξέλθει τα δαιμόνια, παρεκάλει αυτόν να ήναι μετ' αυτού· ο Ιησούς όμως απέλυσεν αυτόν, λέγων.
Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων,
39 Επίστρεψον εις τον οίκόν σου και διηγού όσα έκαμεν εις σε ο Θεός· και ανεχώρησε κηρύττων καθ' όλην την πόλιν όσα έκαμεν εις αυτόν ο Ιησούς.
Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
40 Ότε δε υπέστρεψεν ο Ιησούς, υπεδέχθη αυτόν ο όχλος· διότι πάντες ήσαν περιμένοντες αυτόν.
Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
41 Και ιδού, ήλθεν άνθρωπος ονομαζόμενος Ιάειρος, όστις ήτο άρχων της συναγωγής και πεσών εις τους πόδας του Ιησού, παρεκάλει αυτόν να εισέλθη εις τον οίκον αυτού,
Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ·
42 διότι είχε θυγατέρα μονογενή ως ετών δώδεκα, και αύτη απέθνησκεν. Ενώ δε επορεύετο, οι όχλοι συνέθλιβον αυτόν.
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 Και γυνή τις έχουσα ρύσιν αίματος δώδεκα έτη, ήτις δαπανήσασα εις ιατρούς όλον τον βίον αυτής δεν ηδυνήθη να θεραπευθή υπ' ουδενός,
Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις εἰς ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι,
44 πλησιάσασα όπισθεν ήγγισε το άκρον του ιματίου αυτού, και παρευθύς εστάθη η ρύσις του αίματος αυτής.
προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
45 Και είπεν ο Ιησούς· Τις μου ήγγισε; και ενώ ηρνούντο πάντες, είπεν ο Πέτρος και οι μετ' αυτού· Επιστάτα, οι όχλοι σε συμπιέζουσι και σε συνθλίβουσι, και λέγεις· Τις μου ήγγισεν;
Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου;
46 Ο δε Ιησούς είπε· Μου ήγγισέ τις· διότι εγώ ενόησα ότι εξήλθε δύναμις απ' εμού.
Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.
47 Ιδούσα δε η γυνή ότι δεν εκρύφθη, ήλθε τρέμουσα και προσπεσούσα εις αυτόν, απήγγειλε προς αυτόν ενώπιον παντός του λαού διά ποίαν αιτίαν ήγγισεν αυτόν, και ότι παρευθύς ιατρεύθη.
Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
48 Ο δε είπε προς αυτήν· Θάρρει, θύγατερ, η πίστις σου σε έσωσεν· ύπαγε εις ειρήνην.
Ὁ δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
49 Ενώ δε ελάλει έτι, έρχεταί τις παρά του αρχισυναγώγου, λέγων προς αυτόν ότι απέθανεν η θυγάτηρ σου· μη ενόχλει τον Διδάσκαλον.
Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.
50 Ο δε Ιησούς ακούσας απεκρίθη προς αυτόν, λέγων· Μη φοβού· μόνον πίστευε, και θέλει σωθή.
Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λέγων, Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται.
51 Και ότε εισήλθεν εις την οικίαν, δεν αφήκεν ουδένα να εισέλθη ειμή τον Πέτρον και Ιάκωβον και Ιωάννην και τον πατέρα της κόρης και την μητέρα.
Εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
52 Έκλαιον δε πάντες και εθρήνουν αυτήν. Ο δε είπε· Μη κλαίετε· δεν απέθανεν, αλλά κοιμάται.
Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε, Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.
53 Και κατεγέλων αυτόν, εξεύροντες ότι απέθανεν.
Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
54 Αλλ' αυτός εκβαλών έξω πάντας και πιάσας την χείρα αυτής, εφώναξε λέγων· Κοράσιον, σηκώθητι.
Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων, Ἡ παῖς, ἐγείρου.
55 Και υπέστρεψε το πνεύμα αυτής, και ανέστη παρευθύς, και προσέταξε να δοθή εις αυτήν να φάγη.
Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
56 Και εξεπλάγησαν οι γονείς αυτής. Ο δε παρήγγειλεν εις αυτούς να μη είπωσιν εις μηδένα το γεγονός.
Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

< Κατα Λουκαν 8 >