< Ἰησοῦς Nαυῆ 14 >

1 Και ούτοι είναι οι τόποι, τους οποίους οι υιοί Ισραήλ εκληρονόμησαν εν τη γη Χαναάν, τους οποίους εκληροδότησαν εις αυτούς Ελεάζαρ ο ιερεύς και Ιησούς ο υιός του Ναυή και οι αρχηγοί των πατριών των φυλών των υιών Ισραήλ.
καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ
2 Διά κλήρου έγεινεν η κληρονομία των εννέα τούτων φυλών και της ημισείας φυλής, καθώς προσέταξεν ο Κύριος διά του Μωϋσέως.
κατὰ κλήρους ἐκληρονόμησαν ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς
3 Διότι ο Μωϋσής είχε δώσει την κληρονομίαν των δύο φυλών και της ημισείας φυλής από του πέραν του Ιορδάνου· εις τους Λευΐτας όμως δεν έδωκε κληρονομίαν μεταξύ αυτών.
ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς
4 Διότι οι υιοί Ιωσήφ ήσαν δύο φυλαί, του Μανασσή και του Εφραΐμ· και δεν έδωκαν εις τους Λευΐτας μερίδιον εν τη γη ειμή πόλεις διά να κατοικώσι, μετά των προαστείων αυτών, διά τα κτήνη αυτών και διά την περιουσίαν αυτών.
ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί Μανασση καὶ Εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν
5 Καθώς προσέταξε Κύριος εις τον Μωϋσήν, ούτως έκαμον οι υιοί Ισραήλ, και διεμοίρασαν την γην.
ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν
6 Και προσήλθον οι υιοί Ιούδα προς τον Ιησούν εις Γάλγαλα, και είπε προς αυτόν Χάλεβ ο υιός του Ιεφοννή ο Κενεζαίος, Συ εξεύρεις τον λόγον τον οποίον ελάλησεν ο Κύριος προς τον Μωϋσήν, τον άνθρωπον του Θεού, περί εμού και σου εν Κάδης-βαρνή·
καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς Ἰησοῦν ἐν Γαλγαλ καὶ εἶπεν πρὸς αὐτὸν Χαλεβ ὁ τοῦ Ιεφοννη ὁ Κενεζαῖος σὺ ἐπίστῃ τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδης Βαρνη
7 ήμην τεσσαράκοντα ετών ηλικίας, ότε με απέστειλεν ο Μωϋσής ο δούλος του Κυρίου από Κάδης-βαρνή διά να κατασκοπεύσω την γήν· και απήγγειλα προς αυτόν λόγον, όστις ήτο εν τη καρδία μου·
τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδης Βαρνη κατασκοπεῦσαι τὴν γῆν καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ
8 οι αδελφοί μου όμως, οι συναναβάντες μετ' εμού, ενέκρωσαν την καρδίαν του λαού· αλλ' εγώ ηκολούθησα εντελώς Κύριον τον Θεόν μου·
οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι κυρίῳ τῷ θεῷ μου
9 και ώμοσεν ο Μωϋσής την ημέραν εκείνην λέγων, Εξάπαντος η γη, την οποίαν επάτησαν οι πόδες σου, θέλει είσθαι κληρονομία ιδική σου και των υιών σου διαπαντός· διότι εντελώς ηκολούθησας Κύριον τον Θεόν μου·
καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων ἡ γῆ ἐφ’ ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω κυρίου τοῦ θεοῦ ἡμῶν
10 και τώρα, ιδού, ο Κύριος με εφύλαξε ζώντα, καθώς είπε, τα τεσσαράκοντα πέντε ταύτα έτη, αφ' ης ημέρας ελάλησεν ο Κύριος τον λόγον τούτον προς τον Μωϋσήν, ότε ο Ισραήλ επορεύετο εν τη ερήμω· και τώρα, ιδού, εγώ είμαι σήμερον ογδοήκοντα πέντε ετών ηλικίας·
καὶ νῦν διέθρεψέν με κύριος ὃν τρόπον εἶπεν τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ’ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν
11 έτι και την σήμερον είμαι δυνατός, καθώς την ημέραν ότε με απέστειλεν ο Μωϋσής· ως ήτο τότε η δύναμίς μου διά πόλεμον και διά να εξέρχωμαι και διά να εισέρχωμαι·
ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον
12 τώρα λοιπόν δος μοι το όρος τούτο, περί του οποίου ελάλησεν ο Κύριος την ημέραν εκείνην· διότι συ ήκουσας την ημέραν εκείνην, ότι είναι εκεί Ανακείμ και πόλεις μεγάλαι ωχυρωμέναι· εάν ο Κύριος ήναι μετ' εμού, εγώ θέλω δυνηθή να εκδιώξω αυτούς, καθώς είπεν ο Κύριος.
καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἶπέν μοι κύριος
13 Και ευλόγησεν αυτόν ο Ιησούς και έδωκεν εις τον Χάλεβ τον υιόν του Ιεφοννή την Χεβρών εις κληρονομίαν.
καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ
14 Διά τούτο η Χεβρών αποκατέστη κληρονομία του Χάλεβ υιού του Ιεφοννή του Κενεζαίου έως της σήμερον, διότι εντελώς ηκολούθησε Κύριον τον Θεόν του Ισραήλ.
διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ Ισραηλ
15 το δε όνομα της Χεβρών πρότερον ήτο Κιριάθ-αρβά· ήτο δε ο Αρβά άνθρωπος μέγας μεταξύ των Ανακείμ. Και η γη ησύχασεν από του πολέμου.
τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τῶν Ενακιμ αὕτη καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου

< Ἰησοῦς Nαυῆ 14 >