< Ἠσαΐας 45 >

1 Ούτω λέγει Κύριος προς τον κεχρισμένον αυτού, τον Κύρον, του οποίου την δεξιάν χείρα εκράτησα, διά να υποτάξω τα έθνη έμπροσθεν αυτού· και θέλω λύσει την οσφύν των βασιλέων, διά να ανοίξω τα δίθυρα έμπροθεν αυτού· και αι πύλαι δεν θέλουσι κλεισθή.
οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ ἰσχὺν βασιλέων διαρρήξω ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται
2 Εγώ θέλω υπάγει έμπροθέν σου και εξομαλύνει τας σκολιάς οδούς· θέλω συντρίψει τας χαλκίνας θύρας και κόψει τους σιδηρούς μοχλούς.
ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω
3 Και θέλω σοι δώσει θησαυρούς φυλαττομένους εν σκότει και πλούτη κερυμμένα εν αποκρύφοις· διά να γνωρίσης ότι εγώ είμαι ο Κύριος ο καλών σε κατ' όνομα, ο Θεός του Ισραήλ.
καὶ δώσω σοι θησαυροὺς σκοτεινούς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου θεὸς Ισραηλ
4 Διά τον Ιακώβ τον δούλον μου και τον Ισραήλ τον εκλεκτόν μου σε εκάλεσα μάλιστα με το όνομά σου, σε επωνόμασα, αν και δεν με εγνώρισας.
ἕνεκεν Ιακωβ τοῦ παιδός μου καὶ Ισραηλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε σὺ δὲ οὐκ ἔγνως με
5 Εγώ είμαι ο Κύριος και δεν είναι άλλος· δεν υπάρχει εκτός εμού Θεός· εγώ σε περιέζωσα, αν και δεν με εγνώρισας,
ὅτι ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ θεός καὶ οὐκ ᾔδεις με
6 διά να γνωρίσωσιν από ανατολών ηλίου και από δυσμών, ότι εκτός εμού δεν υπάρχει ουδείς· εγώ είμαι ο Κύριος και δεν υπάρχει άλλος·
ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι
7 ο κατασκευάσας το φως και ποιήσας το σκότος· ο ποιών ειρήνην και κτίζων κακόν· εγώ ο Κύριος ποιώ πάντα ταύτα.
ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά ἐγὼ κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα πάντα
8 Σταλάξατε δρόσον άνωθεν, ουρανοί, και ας ράνωσιν αι νεφέλαι δικαιοσύνην· ας ανοίξη η γη και ας γεννήση σωτηρίαν και ας βλαστήση δικαιοσύνην ομού· εγώ ο Κύριος εποίησα τούτο.
εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω ἡ γῆ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα ἐγώ εἰμι κύριος ὁ κτίσας σε
9 Ουαί εις τον αντιμαχόμενον προς τον Ποιητήν αυτού. Ας αντιμάχεται το όστρακον προς τα όστρακα της γής· ο πηλός θέλει ειπεί προς τον πλάττοντα αυτόν, Τι κάμνεις; ή το έργον σου, Ούτος δεν έχει χείρας;
ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ τί ποιεῖς ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας
10 Ουαί εις τον λέγοντα προς τον πατέρα, τι γεννάς; προς την γυναίκα, τι κοιλοπονείς;
ὁ λέγων τῷ πατρί τί γεννήσεις καὶ τῇ μητρί τί ὠδινήσεις
11 Ούτω λέγει Κύριος, ο Άγιος του Ισραήλ και ο Πλάστης αυτού· Ερωτάτέ με διά τα μέλλοντα περί των υιών μου και περί του έργου των χειρών μου προστάξατέ με.
ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι
12 Εγώ έκτισα την γην και εποίησα άνθρωπον επ' αυτής· εγώ διά των χειρών μου εξέτεινα τους ουρανούς και έδωκα διαταγάς εις πάσαν την στρατιάν αυτών.
ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην
13 Εγώ εξήγειρα εκείνον εις δικαιοσύνην και θέλω διευθύνει πάσας τας οδούς αυτού· αυτός θέλει οικοδομήσει την πόλιν μου και θέλει επιστρέψει τους αιχμαλώτους μου, ουχί με λύτρον ουδέ με δώρα, λέγει ο Κύριος των δυνάμεων.
ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων εἶπεν κύριος σαβαωθ
14 Ούτω λέγει Κύριος· Ο κόπος της Αιγύπτου και το εμπόριον της Αιθιοπίας και των Σαβαίων, ανδρών μεγαλοσώμων, θέλουσι περάσει εις σε και σου θέλουσιν είσθαι· οπίσω σου θέλουσιν ακολουθεί· με αλύσεις θέλουσι περάσει και θέλουσι σε προσκυνήσει, θέλουσι σε ικετεύσει, λέγοντες, Βεβαίως ο Θεός είναι εν σοι, και δεν υπάρχει ουδείς άλλος Θεός.
οὕτως λέγει κύριος σαβαωθ ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ ἐροῦσιν οὐκ ἔστιν θεὸς πλὴν σοῦ
15 Τωόντι συ είσαι Θεός κρυπτόμενος, Θεέ του Ισραήλ, ο Σωτήρ.
σὺ γὰρ εἶ θεός καὶ οὐκ ᾔδειμεν ὁ θεὸς τοῦ Ισραηλ σωτήρ
16 Πάντες ούτοι θέλουσιν αισχυνθή και εντραπή· οι εργάται των ειδώλων θέλουσι φύγει εν καταισχύνη πάντες ομού.
αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ ἐγκαινίζεσθε πρός με νῆσοι
17 Ο δε Ισραήλ θέλει σωθή διά του Κυρίου σωτηρίαν αιώνιον· δεν θέλετε αισχυνθή ουδέ εντραπή αιωνίως.
Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος
18 Διότι ούτω λέγει Κύριος, ο ποιήσας τους ουρανούς· αυτός ο Θεός, ο πλάσας την γην και ποιήσας αυτήν· όστις αυτός εστερέωσεν αυτήν, έκτισεν αυτήν ουχί ματαίως αλλ' έπλασεν αυτήν διά να κατοικήται· Εγώ είμαι ο Κύριος και δεν υπάρχει άλλος.
οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν αὐτὸς διώρισεν αὐτήν οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσθαι ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι
19 Δεν ελάλησα εν κρυπτώ ουδέ εν σκοτεινώ τόπω της γής· δεν είπα προς το σπέρμα του Ιακώβ, Ζητήσατέ με ματαίως· εγώ είμαι ο Κύριος, ο λαλών δικαιοσύνην, ο αναγγέλλων ευθύτητα.
οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ οὐκ εἶπα τῷ σπέρματι Ιακωβ μάταιον ζητήσατε ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν
20 Συνάχθητε και έλθετε· πλησιάσατε ομού, οι σεσωσμένοι των εθνών· δεν έχουσι νόησιν, όσοι σηκόνουσι το γλυπτόν ξύλον αυτών και προσεύχονται εις θεόν μη δυνάμενον να σώση.
συνάχθητε καὶ ἥκετε βουλεύσασθε ἅμα οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς θεούς οἳ οὐ σῴζουσιν
21 Απαγγείλατε και φέρετε αυτούς πλησίον· μάλιστα, ας συμβουλευθώσιν ομού· τις ανήγγειλε τούτο απ' αρχής; τις εφανέρωσε τούτο εξ εκείνου του καιρού; ουχί εγώ ο Κύριος; και δεν υπάρχει εκτός εμού άλλος Θεός· Θεός δίκαιος και Σωτήρ· δεν υπάρχει εκτός εμού.
εἰ ἀναγγελοῦσιν ἐγγισάτωσαν ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ’ ἀρχῆς τότε ἀνηγγέλη ὑμῖν ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ
22 Εις εμέ βλέψατε και σώθητε, πάντα τα πέρατα της γής· διότι εγώ είμαι ο Θεός και δεν υπάρχει άλλος.
ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος
23 Ώμοσα εις εμαυτόν· ο λόγος εξήλθεν εκ του στόματός μου εν δικαιοσύνη και δεν θέλει επιστραφή, Ότι παν γόνυ θέλει κάμψει εις εμέ, πάσα γλώσσα θέλει ομνύει εις εμέ.
κατ’ ἐμαυτοῦ ὀμνύω ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ
24 Βεβαίως θέλουσιν ειπεί περί εμού, Εν τω Κυρίω είναι η δικαιοσύνη και η δύναμις· εις αυτόν θέλουσι προσέλθει και θέλουσι καταισχυνθή πάντες οι οργιζόμενοι εναντίον αυτού.
λέγων δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς
25 Εν τω Κυρίω θέλει δικαιωθή άπαν το σπέρμα του Ισραήλ.
ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ

< Ἠσαΐας 45 >