< Ἔσδρας Αʹ 4 >

1 Οι δε εχθροί του Ιούδα και Βενιαμίν, ακούσαντες ότι οι υιοί της αιχμαλωσίας οικοδομούσι τον ναόν εις Κύριον τον Θεόν του Ισραήλ,
καὶ ἤκουσαν οἱ θλίβοντες Ιουδα καὶ Βενιαμιν ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ κυρίῳ θεῷ Ισραηλ
2 ήλθον προς τον Ζοροβάβελ και προς τους αρχηγούς των πατριών και είπον προς αυτούς, Ας οικοδομήσωμεν με σάς· διότι και ημείς εκζητούμεν τον Θεόν σας, καθώς σεις, και εις αυτόν θυσιάζομεν από των ημερών του Εσαραδδών βασιλέως της Ασσούρ, όστις ανεβίβασεν ημάς εδώ.
καὶ ἤγγισαν πρὸς Ζοροβαβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν καὶ εἶπαν αὐτοῖς οἰκοδομήσομεν μεθ’ ὑμῶν ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ θεῷ ὑμῶν καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν Ασαραδδων βασιλέως Ασσουρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε
3 Ο Ζοροβάβελ όμως και ο Ιησούς και οι λοιποί των αρχηγών των πατριών του Ισραήλ, είπον προς αυτούς, Ουδέν κοινόν εις εσάς και εις ημάς, ώστε να οικοδομήσητε οίκον εις τον Θεόν ημών· αλλ' ημείς αυτοί ηνωμένοι θέλομεν οικοδομήσει εις Κύριον τον Θεόν του Ισραήλ, καθώς προσέταξεν εις ημάς ο βασιλεύς Κύρος, ο βασιλεύς της Περσίας.
καὶ εἶπεν πρὸς αὐτοὺς Ζοροβαβελ καὶ Ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ισραηλ οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ ἡμῶν ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ κυρίῳ θεῷ ἡμῶν ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν
4 Τότε ο λαός της γης παρέλυε τας χείρας του λαού του Ιούδα και ετάραττεν αυτούς εν τη οικοδομή,
καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ιουδα καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν
5 και εμίσθονον συμβούλους εναντίον αυτών, διά να ματαιόνωσι την βουλήν αυτών, πάσας τας ημέρας Κύρου του βασιλέως της Περσίας και έως της βασιλείας Δαρείου του βασιλέως της Περσίας.
καὶ μισθούμενοι ἐπ’ αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν
6 Και επί της βασιλείας Ασσουήρου, εν αρχή της βασιλείας αυτού, έγραψαν κατηγορίαν κατά των κατοίκων της Ιουδαίας και Ιερουσαλήμ.
καὶ ἐν βασιλείᾳ Ασουηρου ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ιουδα καὶ Ιερουσαλημ
7 Και εν ταις ημέραις του Αρταξέρξου έγραψεν ο Βισλάμ, ο Μιθρεδάθ, ο Ταβεήλ και οι λοιποί συνέταιροι αυτών προς Αρταξέρξην τον βασιλέα της Περσίας· και η επιστολή ήτο γεγραμμένη Συριστί και εξηγημένη Συριστί.
καὶ ἐν ἡμέραις Αρθασασθα ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεηλ σὺν καὶ τοῖς λοιποῖς συνδούλοις αὐτοῦ πρὸς Αρθασασθα βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην
8 Ρεούμ ο έπαρχος και Σαμψαί ο γραμματεύς, έγραψαν επιστολήν κατά της Ιερουσαλήμ προς Αρταξέρξην τον βασιλέα, κατά τούτον τον τρόπον·
Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ιερουσαλημ τῷ Αρθασασθα βασιλεῖ
9 Ρεούμ ο έπαρχος και Σαμψαί ο γραμματεύς και οι λοιποί συνέταιροι αυτών, οι Δειναίοι, οι Αφαρσαχαίοι, οι Ταρφαλαίοι, οι Αφαρσαίοι, οι Αρχεναίοι, οι Βαβυλώνιοι, οι Σουσαναχαίοι, οι Δεαυαίοι, οι Ελαμίται
τάδε ἔκρινεν Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν Διναῖοι Αφαρσαθαχαῖοι Ταρφαλλαῖοι Αφαρσαῖοι Αρχυαῖοι Βαβυλώνιοι Σουσαναχαῖοι οἵ εἰσιν Ηλαμαῖοι
10 και οι λοιποί εκ των εθνών, τα οποία ο μέγας και ένδοξος Ασεναφάρ μετεκόμισε και κατώκισεν εις τας πόλεις της Σαμαρείας, και οι λοιποί οι πέραν του ποταμού, και τα λοιπά.
καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ασενναφαρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσιν τῆς Σομορων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ
11 Τούτο είναι το αντίγραφον της επιστολής, την οποίαν έστειλαν προς αυτόν, προς Αρταξέρξην τον βασιλέα· οι δούλοί σου, οι άνδρες οι πέραν του ποταμού, και τα λοιπά.
αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν πρὸς Αρθασασθα βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ
12 Γνωστόν έστω εις τον βασιλέα, ότι οι Ιουδαίοι οι αναβάντες από σου προς ημάς, ελθόντες εις Ιερουσαλήμ, οικοδομούσι την πόλιν, την αποστάτιδα και πονηράν, και εγείρουσι τον τοίχον και συνάπτουσι τα θεμέλια.
γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ιουδαῖοι ἀναβάντες ἀπὸ σοῦ ἐφ’ ἡμᾶς ἤλθοσαν εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν καὶ τὰ τείχη αὐτῆς κατηρτισμένοι εἰσίν καὶ θεμελίους αὐτῆς ἀνύψωσαν
13 Γνωστόν έστω ήδη εις τον βασιλέα, ότι εάν η πόλις αύτη οικοδομηθή και οι τοίχοι εγερθώσι, δεν θέλουσι πληρώσει φόρον, τελώνιον ή διαγώγιον· και θέλει ζημιωθή το εισόδημα των βασιλέων.
νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσιν φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν καὶ τοῦτο βασιλεῖς κακοποιεῖ
14 Επειδή δε τρεφόμεθα από του παλατίου, και ήτο απρεπές διά ημάς να βλέπωμεν την ατιμίαν του βασιλέως, διά τούτο εστείλαμεν και εγνωστοποιήσαμεν προς τον βασιλέα,
καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ
15 διά να γείνη έρευνα εν τω βιβλίω των υπομνημάτων των πατέρων σου· και θέλεις ευρεί εν τω βιβλίω των υπομνημάτων και γνωρίσει, ότι η πόλις αύτη είναι πόλις αποστάτις και ολέθριος εις τους βασιλείς και εις τας επαρχίας, και ότι εκ παλαιού χρόνου εκίνουν επανάστασιν εν τω μέσω αυτής, διά την οποίαν αιτίαν η πόλις αύτη κατηρημώθη.
ἵνα ἐπισκέψηται ἐν βιβλίῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας καὶ φυγάδια δούλων ἐν μέσῳ αὐτῆς ἀπὸ χρόνων αἰῶνος διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη
16 Γνωστοποιούμεν προς τον βασιλέα, ότι εάν η πόλις αύτη ανοικοδομηθή και οι τοίχοι αυτής ανεγερθώσι, δεν θέλεις έχει ουδέν μέρος εις το πέραν του ποταμού.
γνωρίζομεν οὖν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ οὐκ ἔστιν σοι εἰρήνη
17 Ο βασιλεύς απεκρίθη προς τον Ρεούμ τον έπαρχον και Σαμψαί τον γραμματέα και τους λοιπούς συνεταίρους αυτών τους κατοικούντας εν Σαμαρεία, και τους άλλους τους πέραν του ποταμού, Ειρήνη, και τα λοιπά.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ραουμ βααλταμ καὶ Σαμσαι γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην καί φησιν
18 Η επιστολή, την οποίαν εστείλατε προς ημάς, ανεγνώσθη ακριβώς ενώπιόν μου.
ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμᾶς ἐκλήθη ἔμπροσθεν ἐμοῦ
19 Και εξεδόθη διαταγή παρ' εμού, και ηρεύνησαν και εύρηκαν ότι η πόλις αύτη εκ παλαιού χρόνου επαναστατεί εναντίον των βασιλέων, και γίνονται εν αυτή στάσεις και συνωμοσίαι·
καὶ παρ’ ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα καὶ εὕραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφ’ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται καὶ ἀποστάσεις καὶ φυγάδια γίνονται ἐν αὐτῇ
20 Υπήρξαν έτι ισχυροί βασιλείς επί Ιερουσαλήμ, δεσπόζοντες επί πάντας τους πέραν του ποταμού· και επληρόνετο εις αυτούς φόρος, τελώνιον και διαγώγιον.
καὶ βασιλεῖς ἰσχυροὶ γίνονται ἐπὶ Ιερουσαλημ καὶ ἐπικρατοῦντες ὅλης τῆς ἑσπέρας τοῦ ποταμοῦ καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοῖς
21 Τώρα λοιπόν προστάξατε να παύσωσι τους ανθρώπους εκείνους, και η πόλις αύτη να μη οικοδομηθή, εωσού εκδοθή διαταγή παρ' εμού.
καὶ νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ὅπως ἀπὸ τῆς γνώμης
22 Και προσέξατε να μη αμελήσητε να κάμητε τούτο· διά να μη αυξηθή το κακόν επί ζημία των βασιλέων.
πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου μήποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσιν
23 Ότε δε το αντίγραφον της επιστολής του βασιλέως Αρταξέρξου ανεγνώσθη ενώπιον του Ρεούμ και Σαμψαί του γραμματέως και των συνεταίρων αυτών, ανέβησαν μετά σπουδής εις Ιερουσαλήμ προς τους Ιουδαίους, και έπαυσαν αυτούς εν βία και μετά δυνάμεως.
τότε ὁ φορολόγος τοῦ Αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτῶν καὶ ἐπορεύθησαν σπουδῇ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει
24 Και έπαυσε το έργον του οίκου του Θεού του εν Ιερουσαλήμ, και έμεινε πεπαυμένον μέχρι του δευτέρου έτους της βασιλείας Δαρείου του βασιλέως της Περσίας.
τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ βασιλέως Περσῶν

< Ἔσδρας Αʹ 4 >