< Ἰεζεκιήλ 29 >

1 Εν τω δεκάτω έτει τω δεκάτω μηνί, τη δωδεκάτη του μηνός, έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
ἐν τῷ ἔτει τῷ δεκάτῳ ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, στήριξον το πρόσωπόν σου επί Φαραώ τον βασιλέα της Αιγύπτου και προφήτευσον κατ' αυτού και καθ' όλης της Αιγύπτου·
υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ’ αὐτὸν καὶ ἐπ’ Αἴγυπτον ὅλην
3 λάλησον και ειπέ, Ούτω λέγει Κύριος ο Θεός· Ιδού, εγώ είμαι εναντίον σου, Φαραώ βασιλεύ Αιγύπτου, μεγάλε δράκων, κοιτόμενε εν μέσω των ποταμών αυτού· όστις είπας, Ο ποταμός μου είναι εμού και εγώ έκαμον αυτόν δι' εμαυτόν.
καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ τὸν λέγοντα ἐμοί εἰσιν οἱ ποταμοί καὶ ἐγὼ ἐποίησα αὐτούς
4 Και θέλω βάλει άγκιστρα εις τας σιαγόνας σου, και θέλω προσκολλήσει τους ιχθύας του ποταμού σου εις τα λέπη σου, και θέλω σε ανασύρει εκ μέσου των ποταμών σου· και πάντες οι ιχθύες των ποταμών σου θέλουσι προσκολληθή εις τα λέπη σου.
καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου
5 Και θέλω σε εκρίψει εν τη ερήμω, σε και πάντας τους ιχθύας των ποταμών σου· θέλεις πέσει επί πρόσωπον της πεδιάδος· δεν θέλεις συναχθή ουδέ περισταλθή· εις τα θηρία της γης και εις τα πετεινά του ουρανού σε παρέδωκα εις βρώσιν·
καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα
6 και πάντες οι κατοικούντες την Αίγυπτον θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος· διότι εστάθησαν ράβδος καλαμίνη εις τον οίκον Ισραήλ.
καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος ἀνθ’ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ισραηλ
7 Ότε σε επίασαν με την χείρα, συνετρίβης και ετρύπησας όλον τον ώμον αυτών· και ότε εστηρίχθησαν επί σε, συνεθλάσθης και συνέκαμψας πάσας τας οσφύας αυτών.
ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν ἐθλάσθης καὶ ὅτε ἐπεκράτησεν ἐπ’ αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν
8 Διά τούτο ούτω λέγει Κύριος ο Θεός· Ιδού, θέλω φέρει ρομφαίαν επί σε και θέλω εκκόψει από σου άνθρωπον και κτήνος.
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ καὶ κτήνη
9 Και η γη της Αιγύπτου θέλει είσθαι θάμβος και ερημία· και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος· διότι είπεν, Ο ποταμός είναι εμού και εγώ έκαμον αυτόν.
καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἀντὶ τοῦ λέγειν σε οἱ ποταμοὶ ἐμοί εἰσιν καὶ ἐγὼ ἐποίησα αὐτούς
10 Διά τούτο ιδού, εγώ είμαι εναντίον σου και εναντίον των ποταμών σου· και θέλω κάμει την γην της Αιγύπτου όλως έρημον και θάμβος, από Μιγδώλ μέχρι Συήνης και μέχρι των ορίων της Αιθιοπίας.
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων
11 Πούς ανθρώπου δεν θέλει διέλθει δι' αυτής ουδέ πους κτήνους θέλει διέλθει δι' αυτής ουδέ θέλει κατοικηθή τεσσαράκοντα έτη.
οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη
12 Και θέλω κάμει την γην της Αιγύπτου θάμβος, εν μέσω των ηρημωμένων τόπων, και αι πόλεις αυτής εν μέσω των πόλεων των ηρημωμένων θέλουσιν είσθαι θάμβος τεσσαράκοντα έτη· και θέλω διασπείρει τους Αιγυπτίους μεταξύ των εθνών και διασκορπίσει αυτούς εις τους τόπους.
καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
13 Πλην ούτω λέγει Κύριος ο Θεός· Εν τω τέλει των τεσσαράκοντα ετών θέλω συνάξει τους Αιγυπτίους εκ των λαών, εις τους οποίους ήσαν διεσκορπισμένοι·
τάδε λέγει κύριος μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ
14 και θέλω επαναγάγει τους αιχμαλώτους της Αιγύπτου και επιστρέψει αυτούς εις την γην Παθρώς, εις την γην της καταγωγής αυτών· και θέλουσιν είσθαι εκεί βασίλειον ποταπόν.
καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Παθουρης ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν καὶ ἔσται ἀρχὴ ταπεινὴ
15 Θέλει είσθαι το ποταπώτερον των βασιλείων· και δεν θέλει υψωθή πλέον επί τα έθνη· διότι θέλω ελαττώσει αυτούς, διά να μη δεσπόζωσιν επί τα έθνη.
παρὰ πάσας τὰς ἀρχάς οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν
16 Και δεν θέλει είσθαι πλέον το θάρρος του οίκου Ισραήλ, αναμιμνήσκον την ανομίαν αυτών, αποβλεπόντων οπίσω αυτών· και θέλουσι γνωρίσει ότι εγώ είμαι Κύριος ο Θεός.
καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνῄσκουσαν ἀνομίαν ἐν τῷ αὐτοὺς ἀκολουθῆσαι ὀπίσω αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
17 Και εν τω εικοστώ εβδόμω έτει, τω πρώτω μηνί, τη πρώτη του μηνός, έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων
18 Υιέ ανθρώπου, Ναβουχοδονόσορ ο βασιλεύς της Βαβυλώνος εδούλευσε το στράτευμα αυτού δουλείαν μεγάλην κατά της Τύρου· πάσα κεφαλή εφαλακρώθη και πας ώμος εξεδάρθη· μισθόν όμως διά την Τύρον δεν έλαβεν ούτε αυτός ούτε το στράτευμα αυτού διά την δουλείαν, την οποίαν εδούλευσε κατ' αυτής·
υἱὲ ἀνθρώπου Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπ’ αὐτήν
19 διά τούτο ούτω λέγει Κύριος ο Θεός· Ιδού, εγώ δίδω την γην της Αιγύπτου εις τον Ναβουχοδονόσορ βασιλέα της Βαβυλώνος· και θέλει σηκώσει το πλήθος αυτής και θέλει λεηλατήσει την λεηλασίαν αυτής και λαφυραγωγήσει τα λάφυρα αυτής· και τούτο θέλει είσθαι ο μισθός εις το στράτευμα αυτού.
τάδε λέγει κύριος κύριος ἰδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ
20 Έδωκα εις αυτόν την γην της Αιγύπτου διά τον κόπον αυτού, με τον οποίον εδούλευσε κατ' αυτής, επειδή ηγωνίσθησαν δι' εμέ, λέγει Κύριος ο Θεός.
ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτῷ γῆν Αἰγύπτου τάδε λέγει κύριος κύριος
21 Εν εκείνη τη ημέρα θέλω κάμει να βλαστήση το κέρας του οίκου Ισραήλ, και θέλω σε κάμει να ανοίξης στόμα εν μέσω αυτών· και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ισραηλ καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

< Ἰεζεκιήλ 29 >