< Ἰεζεκιήλ 16 >

1 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, κάμε την Ιερουσαλήμ να γνωρίση τα βδελύγματα αυτής,
υἱὲ ἀνθρώπου διαμάρτυραι τῇ Ιερουσαλημ τὰς ἀνομίας αὐτῆς
3 και ειπέ, Ούτω λέγει Κύριος ο Θεός προς την Ιερουσαλήμ· Η ρίζα σου και η γέννησίς σου είναι εκ της γης των Χαναναίων· ο πατήρ σου Αμορραίος και η μήτηρ σου Χετταία.
καὶ ἐρεῖς τάδε λέγει κύριος τῇ Ιερουσαλημ ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χανααν ὁ πατήρ σου Αμορραῖος καὶ ἡ μήτηρ σου Χετταία
4 Εις δε την γέννησίν σου, καθ' ην ημέραν εγεννήθης, ο ομφαλός σου δεν εκόπη και εν ύδατι δεν ελούσθης, διά να καθαρισθής, και με άλας δεν ηλατίσθης και εν σπαργάνοις δεν εσπαργανώθης.
καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης οὐκ ἔδησαν τοὺς μαστούς σου καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης
5 Οφθαλμός δεν σε εφείσθη, διά να κάμη εις σε τι εκ τούτων, ώστε να σε σπλαγχνισθή· αλλ' ήσο απερριμμένη εις το πρόσωπον της πεδιάδος, εν τη αποστροφή της ψυχής σου, καθ' ην ημέραν εγεννήθης.
οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης
6 Και ότε διέβην από πλησίον σου και σε είδον κυλιομένην εν τω αίματί σου, είπα προς σε ευρισκομένην εν τω αίματί σου, Ζήθι· ναι, είπα προς σε ευρισκομένην εν τω αίματί σου, Ζήθι.
καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι ἐκ τοῦ αἵματός σου ζωή
7 Και σε έκαμον μυριοπλάσιον, ως την χλόην του αγρού, και ηυξήνθης και εμεγαλύνθης και έφθασας εις το άκρον της ώραιότητος· οι μαστοί σου εμορφώθησαν και αι τρίχες σου ανεφύησαν· ήσο όμως γυμνή και ασκέπαστος.
πληθύνου καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων οἱ μαστοί σου ἀνωρθώθησαν καὶ ἡ θρίξ σου ἀνέτειλεν σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα
8 Και ότε διέβην από πλησίον σου και σε είδον, ιδού, η ηλικία σου ήτο ηλικία έρωτος· και απλώσας το κράσπεδόν μου επί σε, εσκέπασα την ασχημοσύνην σου· και ώμοσα προς σε και εισήλθον εις συνθήκην μετά σου, λέγει Κύριος ο Θεός, και έγεινες εμού.
καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε καὶ ἰδοὺ καιρός σου καιρὸς καταλυόντων καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ λέγει κύριος καὶ ἐγένου μοι
9 Και σε έλουσα εν ύδατι και απέπλυνα το αίμα σου από σου και σε έχρισα εν ελαίω.
καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ
10 Και σε ενέδυσα κεντητά και σε υπέδησα με σανδάλια υακίνθινα και σε περιέζωσα με βύσσον και σε εφόρεσα μεταξωτά.
καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ
11 Και σε εστόλισα με στολίδια και περιέθεσα εις τας χείρας σου βραχιόλια και περιδέραιον επί τον τράχηλόν σου.
καὶ ἐκόσμησά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου
12 Και έβαλον έρρινα εις τους μυκτήράς σου και ενώτια εις τα ώτα σου και στέφανον δόξης επί την κεφαλήν σου.
καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου
13 Και εστολίσθης με χρυσίον και αργύριον, και τα ιμάτιά σου ήσαν βύσσινα και μεταξωτά και κεντητά· σεμίδαλιν και μέλι και έλαιον έτρωγες· και έγεινες ώραία σφόδρα και ευημέρησας μέχρι βασιλείας.
καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλὴ σφόδρα
14 Και εξήλθεν η φήμη σου μεταξύ των εθνών διά το κάλλος σου· διότι ήτο τέλειον διά του στολισμού μου, τον οποίον έθεσα επί σε, λέγει Κύριος ο Θεός.
καὶ ἐξῆλθέν σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σέ λέγει κύριος
15 Συ όμως εθαρρεύθης εις το κάλλος σου, και επορνεύθης διά την φήμην σου και εξέχεας την πορνείαν σου εις πάντα διαβάτην, γινομένη αυτού.
καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον ὃ οὐκ ἔσται
16 Και έλαβες εκ των ιματίων σου και εστόλισας τους υψηλούς σου τόπους με ποικίλα χρώματα και εξεπορνεύθης απ' αυτών· τοιαύτα δεν έγειναν ουδέ θέλουσι γείνει.
καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ’ αὐτά καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται
17 Και έλαβες τα σκεύη της λαμπρότητός σου, τα εκ του χρυσίου μου και τα εκ του αργυρίου μου, τα οποία έδωκα εις σε, και έκαμες εις σεαυτήν εικόνας αρσενικάς και εξεπορνεύθης με αυτάς·
καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς
18 και έλαβες τα κεντητά σου ιμάτια και εσκέπασας αυτάς· και έθεσας έμπροσθεν αυτών το έλαιόν μου και το θυμίαμά μου.
καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν
19 Και τον άρτον μου, τον οποίον έδωκα εις σε, την σεμίδαλιν και το έλαιον και το μέλι, με τα οποία σε έτρεφον, έθεσας και ταύτα έμπροσθεν αυτών εις οσμήν ευωδίας· ούτως έγεινε, λέγει Κύριος ο Θεός.
καὶ τοὺς ἄρτους μου οὓς ἔδωκά σοι σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας καὶ ἐγένετο λέγει κύριος
20 Και έλαβες τους υιούς σου και τας θυγατέρας σου, τας οποίας εγέννησας εις εμέ, και ταύτα εθυσίασας εις αυτάς, διά να αναλωθώσιν εν τω πυρί· μικρόν έργον των πορνεύσεών σου ήτο τούτο,
καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν ὡς μικρὰ ἐξεπόρνευσας
21 ότι έσφαξας τα τέκνα μου και παρέδωκας αυτά διά να διαβιβάσωσιν αυτά διά του πυρός εις τιμήν αυτών;
καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς
22 Και εν πάσι τοις βδελύγμασί σου και ταις πορνείαις σου δεν ενεθυμήθης ταις ημέρας της νεότητός σου, ότε ήσο γυμνή και ασκέπαστος, κυλιομένη εν τω αίματί σου.
τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τῆς νηπιότητός σου ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας
23 Και μετά πάσας τας κακίας σου, Ουαί, ουαί εις σε, λέγει Κύριος ο Θεός,
καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου λέγει κύριος
24 έκτισας και εις σεαυτήν οίκημα πορνικόν και έκαμες εις σεαυτήν πορνοστάσιον εν πάση πλατεία.
καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ
25 Εις πάσαν αρχήν οδού ωκοδόμησας το πορνοστάσιόν σου και έκαμες το κάλλος σου βδελυκτόν και ήνοιξας τους πόδας σου εις πάντα διαβάτην, και επλήθυνας την πορνείαν σου.
καὶ ἐπ’ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου
26 Και εξεπορνεύθης με τους Αιγυπτίους τους πλησιοχώρους σου, τους μεγαλοσάρκους· και επολλαπλασίασας την πορνείαν σου, διά να με παροργίσης.
καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με
27 Ιδού λοιπόν, εξήπλωσα την χείρα μου επί σε, και αφήρεσα τα νενομισμένα σου, και σε παρέδωκα εις την θέλησιν εκείνων αίτινες σε εμίσουν, των θυγατέρων των Φιλισταίων, αίτινες εντρέπονται διά την οδόν σου την αισχράν.
ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας
28 Και εξεπορνεύθης με τους Ασσυρίους, διότι ήσο άπληστος· ναι, εξεπορνεύθης με αυτούς και έτι δεν εχορτάσθης.
καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ασσουρ καὶ οὐδ’ οὕτως ἐνεπλήσθης καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω
29 Και επολλαπλασίασας την πορνείαν σου εν γη Χαναάν μέχρι των Χαλδαίων· και ουδέ ούτως εχορτάσθης.
καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης
30 Πόσον διεφθάρη η καρδία σου, λέγει Κύριος ο Θεός, επειδή πράττεις πάντα ταύτα, έργα της πλέον αναισχύντου πόρνης.
τί διαθῶ τὴν θυγατέρα σου λέγει κύριος ἐν τῷ ποιῆσαί σε ταῦτα πάντα ἔργα γυναικὸς πόρνης καὶ ἐξεπόρνευσας τρισσῶς
31 Διότι έκτισας το πορνικόν οίκημά σου εν τη αρχή πάσης οδού, και έκαμες το πορνοστάσιόν σου εν πάση πλατεία· και δεν εστάθης ως πόρνη, καθότι κατεφρόνησας μίσθωμα,
ἐν ταῖς θυγατράσιν σου τὸ πορνεῖόν σου ᾠκοδόμησας ἐπὶ πάσης ἀρχῆς ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα
32 αλλ' ως γυνή μοιχαλίς, αντί του ανδρός αυτής δεχομένη ξένους.
ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα
33 Εις πάσας τας πόρνας δίδουσι μίσθωμα· αλλά συ τα μισθώματά σου δίδεις εις πάντας τους εραστάς σου και διαφθείρεις αυτούς, διά να εισέρχωνται προς σε πανταχόθεν επί τη πορνεία σου.
πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου
34 Και γίνεται εις σε το ανάπαλιν των άλλων γυναικών εν ταις πορνείαις σου· διότι δεν σε ακολουθεί ουδείς διά να πράξη πορνείαν· καθότι συ δίδεις μίσθωμα και μίσθωμα δεν δίδεται εις σε, κατά τούτο γίνεται εις σε το ανάπαλιν.
καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα καὶ σοὶ μισθώματα οὐκ ἐδόθη καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα
35 Διά τούτο, άκουσον, πόρνη, τον λόγον του Κυρίου·
διὰ τοῦτο πόρνη ἄκουε λόγον κυρίου
36 ούτω λέγει Κύριος ο Θεός· Επειδή εξέχεας τον χαλκόν σου, και η γύμνωσίς σου εξεσκεπάσθη εν ταις πορνείαις σου προς τους εραστάς σου και προς πάντα τα είδωλα των βδελυγμάτων σου, και διά το αίμα των τέκνων σου, τα οποία προσέφερες εις αυτά·
τάδε λέγει κύριος ἀνθ’ ὧν ἐξέχεας τὸν χαλκόν σου καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασιν τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς
37 διά τούτο ιδού, εγώ συνάγω πάντας τους εραστάς σου, μεθ' ων κατετρύφησας, και πάντας όσους ηγάπησας, μετά πάντων των μισηθέντων υπό σού· και θέλω συνάξει αυτούς επί σε πανταχόθεν και θέλω αποκαλύψει την αισχύνην σου εις αυτούς, και θέλουσιν ιδεί όλην την γύμνωσίν σου.
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας οὓς ἠγάπησας σὺν πᾶσιν οἷς ἐμίσεις καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου
38 Και θέλω σε κρίνει κατά την κρίσιν των μοιχαλίδων και εκχεουσών αίμα· και θέλω σε παραδώσει εις αίμα μετ' οργής και ζηλοτυπίας.
καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου
39 Και θέλω σε παραδώσει εις την χείρα αυτών· και θέλουσι κατασκάψει το πορνικόν οίκημά σου και κατεδαφίσει τους υψηλούς τόπους σου θέλουσιν ότι σε εκδύσει τα ιμάτιά σου και αφαιρέσει τους στολισμούς της λαμπρότητός σου και θέλουσι σε αφήσει γυμνήν και ασκέπαστον.
καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν καὶ κατασκάψουσιν τὸ πορνεῖόν σου καὶ καθελοῦσιν τὴν βάσιν σου καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονοῦσαν
40 Και θέλουσι φέρει επί σε όχλους, οίτινες θέλουσι σε λιθοβολήσει με λίθους και σε διαπεράσει με τα ξίφη αυτών.
καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσίν σε ἐν λίθοις καὶ κατασφάξουσίν σε ἐν τοῖς ξίφεσιν αὐτῶν
41 Και θέλουσι κατακαύσει εν πυρί τας οικίας σου, και θέλουσιν εκτελέσει επί σε κρίσεις ενώπιον πολλών γυναικών· και θέλω σε κάμει να παύσης από της πορνείας, και δεν θέλεις δίδει του λοιπού μίσθωμα.
καὶ ἐμπρήσουσιν τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι
42 Και θέλω αναπαύσει τον θυμόν μου επί σε, και η ζηλοτυπία μου θέλει σηκωθή από σου, και θέλω ησυχάσει και δεν θέλω οργισθή πλέον.
καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ καὶ ἀναπαύσομαι καὶ οὐ μὴ μεριμνήσω οὐκέτι
43 Επειδή δεν ενεθυμήθης τας ημέρας της νεότητός σου, αλλά με παρώξυνας εν πάσι τούτοις, διά τούτο ιδού, και εγώ θέλω ανταποδώσει τας οδούς σου επί της κεφαλής σου, λέγει Κύριος ο Θεός· και δεν θέλεις κάμει κατά την ασέβειαν ταύτην επί πάσι τοις βδελύγμασί σου.
ἀνθ’ ὧν οὐκ ἐμνήσθης τὴν ἡμέραν τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα λέγει κύριος καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου
44 Ιδού, πας ο παροιμιαζόμενος θέλει παροιμιασθή κατά σου, λέγων, κατά την μητέρα η θυγάτηρ αυτής.
ταῦτά ἐστιν πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες καθὼς ἡ μήτηρ καὶ ἡ θυγάτηρ
45 Συ είσαι η θυγάτηρ της μητρός σου, της αποβαλούσης τον άνδρα αυτής και τα τέκνα αυτής· και είσαι η αδελφή των αδελφών σου, αίτινες απέβαλον τους άνδρας αυτών και τα τέκνα αυτών· η μήτηρ σας ήτο Χετταία και ο πατήρ σας Αμορραίος.
θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ἡ μήτηρ ὑμῶν Χετταία καὶ ὁ πατὴρ ὑμῶν Αμορραῖος
46 Και η αδελφή σου η πρεσβυτέρα είναι η Σαμάρεια, αυτή και αι θυγατέρες αυτής, αι κατοικούσαι εν τοις αριστεροίς σου· η δε νεωτέρα αδελφή σου, η κατοικούσα εν τοις δεξιοίς σου, τα Σόδομα και αι θυγατέρες αυτής.
ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς
47 Συ όμως δεν περιεπάτησας κατά τας οδούς αυτών και δεν έπραξας κατά τα βδελύγματα αυτών· αλλ' ως εάν ήτο τούτο πολύ μικρόν, υπερέβης αυτών την διαφθοράν εν πάσαις ταις οδοίς σου.
καὶ οὐδ’ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου
48 Ζω εγώ, λέγει Κύριος ο Θεός, η αδελφή σου Σόδομα δεν έπραξεν, αυτή και αι θυγατέρες αυτής, ως έπραξας συ και αι θυγατέρες σου.
ζῶ ἐγώ λέγει κύριος εἰ πεποίηκεν Σοδομα ἡ ἀδελφή σου αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου
49 Ιδού, αύτη ήτο η ανομία της αδελφής σου Σοδόμων, υπερηφανία, πλησμονή άρτου και αφθονία τρυφηλότητος, αυτής και των θυγατέρων αυτής· τον πτωχόν δε και τον ενδεή δεν εβοήθει
πλὴν τοῦτο τὸ ἀνόμημα Σοδομων τῆς ἀδελφῆς σου ὑπερηφανία ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο
50 και υψούντο και έπραττον βδελυρά ενώπιόν μου· όθεν, καθώς είδον ταύτα, ηφάνισα αυτάς.
καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου καὶ ἐξῆρα αὐτάς καθὼς εἶδον
51 Και η Σαμάρεια δεν ημάρτησεν ουδέ το ήμισυ των αμαρτημάτων σου· αλλά συ επλήθυνας τα βδελύγματά σου υπέρ εκείνας και εδικαίωσας τας αδελφάς σου με πάντα τα βδελύγματά σου, τα οποία έπραξας.
καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας
52 Συ λοιπόν, ήτις έκρινες τας αδελφάς σου, βάσταζε την καταισχύνην σου· ένεκα των αμαρτημάτων σου, με τα οποία κατεστάθης βδελυρωτέρα εκείνων, εκείναι είναι δικαιότεραί σου· όθεν αισχύνθητι και συ και βάσταζε την καταισχύνην σου, ότι εδικαίωσας τας αδελφάς σου.
καὶ σὺ κόμισαι βάσανόν σου ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου
53 Όταν φέρω οπίσω τους αιχμαλώτους αυτών, τους αιχμαλώτους Σοδόμων και των θυγατέρων αυτής και τους αιχμαλώτους της Σαμαρείας και των θυγατέρων αυτής, τότε θέλω επιστρέψει και τους αιχμαλώτους της αιχμαλωσίας σου μεταξύ αυτών·
καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν τὴν ἀποστροφὴν Σοδομων καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν
54 διά να βαστάζης την ατιμίαν σου και να καταισχύνησαι διά πάντα όσα έπραξας και να ήσαι παρηγορία εις αυτάς.
ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με
55 Όταν η αδελφή σου Σόδομα και αι θυγατέρες αυτής επιστρέψωσιν εις την προτέραν αυτών κατάστασιν, και η Σαμάρεια και αι θυγατέρες αυτής επιστρέψωσιν εις την προτέραν αυτών κατάστασιν, τότε θέλεις επιστρέψει συ και αι θυγατέρες σου εις την προτέραν σας κατάστασιν.
καὶ ἡ ἀδελφή σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ’ ἀρχῆς ἦτε
56 Διότι η αδελφή σου Σόδομα δεν ανεφέρθη εκ του στόματός σου εν ταις ημέραις της υπερηφανίας σου,
καὶ εἰ μὴ ἦν Σοδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου
57 πριν ανακαλυφθή η κακία σου, καθώς ανεκαλύφθη εν καιρώ του γενομένου εις σε ονείδους υπό των θυγατέρων της Συρίας και πασών των πέριξ αυτής, των θυγατέρων των Φιλισταίων, αίτινες σε ελεηλάτησαν πανταχόθεν.
πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ
58 Συ εβάστασας την ασέβειάν σου και τα βδελύγματά σου, λέγει Κύριος.
τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτάς λέγει κύριος
59 Διότι ούτω λέγει Κύριος ο Θεός· Εγώ θέλω κάμει εις σε καθώς έκαμες συ, ήτις κατεφρόνησας τον όρκον, παραβαίνουσα την διαθήκην.
τάδε λέγει κύριος καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου
60 Αλλ' όμως θέλω ενθυμηθή την διαθήκην μου την γενομένην προς σε εν ταις ημέραις της νεότητός σου, και θέλω στήσει εις σε διαθήκην αιώνιον.
καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον
61 Τότε θέλεις ενθυμηθή τας οδούς σου και αισχυνθή, όταν δεχθής τας αδελφάς σου, τας πρεσβυτέρας σου και τας νεωτέρας σου· και θέλω δώσει αυτάς εις σε διά θυγατέρας, ουχί όμως κατά την διαθήκην σου.
καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου
62 Και εγώ θέλω στήσει την διαθήκην μου προς σε, και θέλεις γνωρίσει έτι εγώ είμαι ο Κύριος·
καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ κύριος
63 διά να ενθυμηθής, και να αισχυνθής και να μη ανοίξης πλέον το στόμα σου υπό της εντροπής σου, όταν εξιλεωθώ προς σε διά πάντα όσα έπραξας, λέγει Κύριος ο Θεός.
ὅπως μνησθῇς καὶ αἰσχυνθῇς καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας λέγει κύριος

< Ἰεζεκιήλ 16 >