< Ἔξοδος 18 >

1 Ήκουσε δε ο Ιοθόρ, ο ιερεύς της Μαδιάμ, ο πενθερός του Μωϋσέως, πάντα όσα έκαμεν ο Θεός εις τον Μωϋσήν και εις τον Ισραήλ τον λαόν αυτού, ότι εξήγαγεν ο Κύριος τον Ισραήλ εξ Αιγύπτου.
ἤκουσεν δὲ Ιοθορ ὁ ἱερεὺς Μαδιαμ ὁ γαμβρὸς Μωυσῆ πάντα ὅσα ἐποίησεν κύριος Ισραηλ τῷ ἑαυτοῦ λαῷ ἐξήγαγεν γὰρ κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου
2 Και έλαβεν ο Ιοθόρ, ο πενθερός του Μωϋσέως, Σεπφώραν την γυναίκα του Μωϋσέως, την οποίαν είχε πέμψει οπίσω,
ἔλαβεν δὲ Ιοθορ ὁ γαμβρὸς Μωυσῆ Σεπφωραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς
3 και τους δύο αυτής υιούς, εκ των οποίων του ενός το όνομα ήτο Γηρσώμ, Διότι πάροικος, είπεν, εστάθην εν ξένη γή·
καὶ τοὺς δύο υἱοὺς αὐτοῦ ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσαμ λέγων πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ
4 του δε άλλου το όνομα Ελιέζερ, Διότι ο Θεός, είπε, του πατρός μου εστάθη βοηθός μου και με έσωσεν εκ της μαχαίρας του Φαραώ·
καὶ τὸ ὄνομα τοῦ δευτέρου Ελιεζερ λέγων ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραω
5 και ήλθεν ο Ιοθόρ ο πενθερός του Μωϋσέως προς τον Μωϋσήν μετά των υιών αυτού και μετά της γυναικός αυτού εις την έρημον, όπου ήτο εστρατοπεδευμένος εις το όρος του Θεού·
καὶ ἐξῆλθεν Ιοθορ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον οὗ παρενέβαλεν ἐπ’ ὄρους τοῦ θεοῦ
6 και ανήγγειλε προς τον Μωϋσήν, Εγώ Ιοθόρ ο πενθερός σου έρχομαι προς σε και η γυνή σου και οι δύο υιοί αυτής μετ' αυτής.
ἀνηγγέλη δὲ Μωυσεῖ λέγοντες ἰδοὺ ὁ γαμβρός σου Ιοθορ παραγίνεται πρὸς σέ καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ’ αὐτοῦ
7 Και εξήλθεν ο Μωϋσής εις συνάντησιν του πενθερού αυτού και προσεκύνησεν αυτόν και εφίλησεν αυτόν· και ηρώτησαν ο εις τον άλλον περί της υγείας αυτών, και εισήλθον εις την σκηνήν.
ἐξῆλθεν δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν καὶ ἠσπάσαντο ἀλλήλους καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν
8 Και διηγήθη ο Μωϋσής προς τον πενθερόν αυτού πάντα όσα ο Κύριος έκαμεν εις τον Φαραώ και εις τους Αιγυπτίους υπέρ του Ισραήλ, πάντας τους μόχθους οίτινες συνέβησαν εις αυτούς καθ' οδόν, και ηλευθέρωσεν αυτούς ο Κύριος.
καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα ὅσα ἐποίησεν κύριος τῷ Φαραω καὶ τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ Ισραηλ καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς Φαραω καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων
9 Υπερεχάρη δε ο Ιοθόρ διά πάντα τα αγαθά όσα ο Κύριος έκαμεν εις τον Ισραήλ, τον οποίον ηλευθέρωσεν εκ χειρός των Αιγυπτίων.
ἐξέστη δὲ Ιοθορ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς οἷς ἐποίησεν αὐτοῖς κύριος ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω
10 Και είπεν ο Ιοθόρ, Ευλογητός Κύριος, όστις σας ηλευθέρωσεν εκ χειρός των Αιγυπτίων και εκ χειρός του Φαραώ· όστις ηλευθέρωσε τον λαόν υποκάτωθεν της χειρός των Αιγυπτίων·
καὶ εἶπεν Ιοθορ εὐλογητὸς κύριος ὅτι ἐξείλατο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω
11 τώρα γνωρίζω ότι ο Κύριος είναι μέγας υπέρ πάντας τους θεούς· διότι εις το πράγμα, εις το οποίον υπερηφανεύθησαν, εστάθη ανώτερος αυτών.
νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς
12 Έλαβεν έπειτα ο Ιοθόρ, ο πενθερός του Μωϋσέως, ολοκαυτώματα και θυσίας διά να προσφέρη εις τον Θεόν· και ήλθεν ο Ααρών, και πάντες οι πρεσβύτεροι του Ισραήλ, να φάγωσιν άρτον μετά του πενθερού του Μωϋσέως, έμπροσθεν του Θεού.
καὶ ἔλαβεν Ιοθορ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ θεοῦ
13 Και την επαύριον εκάθισεν ο Μωϋσής διά να κρίνη τον λαόν. και παρίστατο ο λαός έμπροσθεν του Μωϋσέως από πρωΐας έως εσπέρας.
καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν Μωυσῆς κρίνειν τὸν λαόν παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσεῖ ἀπὸ πρωίθεν ἕως ἑσπέρας
14 Και ιδών ο πενθερός του Μωϋσέως πάντα όσα έκαμνεν εις τον λαόν, είπε, Τι είναι τούτο το πράγμα, το οποίον κάμνεις εις τον λαόν; διά τι συ κάθησαι μόνος, άπας δε ο λαός παρίσταται έμπροσθέν σου από πρωΐας έως εσπέρας;
καὶ ἰδὼν Ιοθορ πάντα ὅσα ἐποίει τῷ λαῷ λέγει τί τοῦτο ὃ σὺ ποιεῖς τῷ λαῷ διὰ τί σὺ κάθησαι μόνος πᾶς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης
15 Και είπεν ο Μωϋσής προς τον πενθερόν αυτού, διότι ο λαός έρχεται προς εμέ διά να ερωτήση τον Θεόν·
καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ θεοῦ
16 όταν έχωσιν υπόθεσίν τινά, έρχονται προς εμέ και εγώ κρίνω μεταξύ του ενός και του άλλου· και δεικνύω εις αυτούς τα προστάγματα του Θεού και τους νόμους αυτού.
ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός με διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ
17 Και είπεν ο πενθερός του Μωϋσέως προς αυτόν, Δεν είναι καλόν το πράγμα, το οποίον κάμνεις·
εἶπεν δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτόν οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ῥῆμα τοῦτο
18 βεβαίως και συ θέλεις αποκάμει και ο λαός ούτος ο μετά σού· διότι το πράγμα είναι πολύ βαρύ διά σέ· δεν δύνασαι μόνος να κάμνης τούτο.
φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς ὁ λαὸς οὗτος ὅς ἐστιν μετὰ σοῦ βαρύ σοι τὸ ῥῆμα τοῦτο οὐ δυνήσῃ ποιεῖν μόνος
19 Άκουσον λοιπόν την φωνήν μου· θέλω σε συμβουλεύσει και ο Θεός θέλει είσθαι μετά σού· συ μεν έσο ενώπιον του Θεού υπέρ του λαού, διά να αναφέρης τας υποθέσεις προς τον Θεόν·
νῦν οὖν ἄκουσόν μου καὶ συμβουλεύσω σοι καὶ ἔσται ὁ θεὸς μετὰ σοῦ γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν θεὸν
20 και δίδασκε αυτούς τα προστάγματα και τους νόμους και δείκνυε προς αυτούς την οδόν εις την οποίαν πρέπει να περιπατώσι, και τα έργα τα οποία πρέπει να πράττωσι·
καὶ διαμαρτυρῇ αὐτοῖς τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ καὶ σημανεῖς αὐτοῖς τὰς ὁδούς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ ἔργα ἃ ποιήσουσιν
21 πλην έκλεξον εκ παντός του λαού άνδρας αξίους, φοβουμένους τον Θεόν, άνδρας φιλαλήθεις, μισούντας την φιλαργυρίαν· και κατάστησον αυτούς επ' αυτών χιλιάρχους, εκατοντάρχους, πεντηκοντάρχους και δεκάρχους·
καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς θεοσεβεῖς ἄνδρας δικαίους μισοῦντας ὑπερηφανίαν καὶ καταστήσεις αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους
22 και ας κρίνωσι τον λαόν πάντοτε· και πάσαν μεν μεγάλην υπόθεσιν ας αναφέρωσι προς σέ· πάσαν δε μικράν υπόθεσιν ας κρίνωσιν αυτοί· ούτω θέλεις ανακουφισθή, και θέλουσι βαστάζει το βάρος μετά σου.
καὶ κρινοῦσιν τὸν λαὸν πᾶσαν ὥραν τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήμψονταί σοι
23 εάν κάμης τούτο το πράγμα και ο Θεός σε προστάζη ούτω, τότε θέλεις δυνηθή να ανθέξης, και προσέτι πας ο λαός ούτος θέλει φθάσει εις τον τόπον αυτού εν ειρήνη.
ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς κατισχύσει σε ὁ θεός καὶ δυνήσῃ παραστῆναι καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετ’ εἰρήνης ἥξει
24 Και ήκουσεν ο Μωϋσής την φωνήν του πενθερού αυτού και έκαμε πάντα όσα είπε.
ἤκουσεν δὲ Μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν
25 Και έκλεξεν ο Μωϋσής εκ παντός του Ισραήλ άνδρας αξίους και κατέστησεν αυτούς αρχηγούς επί του λαού, χιλιάρχους, εκατοντάρχους, πεντηκοντάρχους και δεκάρχους·
καὶ ἐπέλεξεν Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ισραηλ καὶ ἐποίησεν αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους
26 και έκρινον τον λαόν εν παντί καιρώ· τας μεν υποθέσεις τας δυσκόλους ανέφερον προς τον Μωϋσήν, πάσαν δε μικράν υπόθεσιν έκρινον αυτοί.
καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν πᾶν δὲ ῥῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί
27 Έπειτα προέπεμψεν ο Μωϋσής τον πενθερόν αυτού και απήλθεν εις την γην αυτού.
ἐξαπέστειλεν δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρόν καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ

< Ἔξοδος 18 >