< Ἐκκλησιαστής 5 >

1 Φύλαττε τον πόδα σου, όταν υπάγης εις τον οίκον του Θεού· και προθυμού μάλλον να ακούης, παρά να προσφέρης θυσίαν αφρόνων, οίτινες δεν αισθάνονται ότι πράττουσι κακώς.
φύλαξον πόδα σου ἐν ᾧ ἐὰν πορεύῃ εἰς οἶκον τοῦ θεοῦ καὶ ἐγγὺς τοῦ ἀκούειν ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου ὅτι οὔκ εἰσιν εἰδότες τοῦ ποιῆσαι κακόν
2 Μη σπεύδε διά του στόματός σου, και η καρδία σου ας μη επιταχύνη να προφέρη λόγον ενώπιον του Θεού· διότι ο Θεός είναι εν τω ουρανώ, συ δε επί της γής· όθεν οι λόγοι σου ας ήναι ολίγοι.
μὴ σπεῦδε ἐπὶ στόματί σου καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ θεοῦ ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ καὶ σὺ ἐπὶ τῆς γῆς ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι
3 Επειδή το μεν όνειρον έρχεται εν τω πλήθει των περισπασμών· η δε φωνή του άφρονος εν τω πλήθει των λόγων.
ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει περισπασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων
4 Όταν ευχηθής ευχήν εις τον Θεόν, μη βραδύνης να αποδώσης αυτήν· διότι δεν ευαρεστείται εις τους άφρονας· απόδος ό, τι ηυχήθης.
καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν σὺν ὅσα ἐὰν εὔξῃ ἀπόδος
5 Κάλλιον να μη ευχηθής, παρά ευχηθείς να μη αποδώσης.
ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι
6 Μη συγχωρήσης εις το στόμα σου να φέρη επί σε αμαρτίαν· μηδέ είπης ενώπιον του αγγέλου, ότι ήτο εξ αγνοίας· διά τι να οργισθή ο Θεός εις την φωνήν σου και να αφανίση τα έργα των χειρών σου;
μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι ἄγνοιά ἐστιν ἵνα μὴ ὀργισθῇ ὁ θεὸς ἐπὶ φωνῇ σου καὶ διαφθείρῃ τὰ ποιήματα χειρῶν σου
7 Διότι εν τω πλήθει των ονείρων και εν τω πλήθει των λόγων είναι ματαιότητες· συ δε φοβού τον Θεόν.
ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιότητες καὶ λόγοι πολλοί ὅτι σὺν τὸν θεὸν φοβοῦ
8 Εάν ίδης κατάθλιψιν πένητος και παραβίασιν κρίσεως και δικαιοσύνης εν τη χώρα, μη θαυμάσης διά τούτο· διότι ο επί τον υψηλόν υψηλότερος επιτηρεί· και επί τούτους υψηλότεροι.
ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι καὶ ὑψηλοὶ ἐπ’ αὐτούς
9 Η γη ωφελεί υπέρ πάντα· και αυτός ο βασιλεύς υπό των αγρών υπηρετείται.
καὶ περισσεία γῆς ἐν παντί ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου
10 Ο αγαπών το αργύριον δεν θέλει χορτασθή αργυρίου· ουδέ εισοδημάτων ο αγαπών την αφθονίαν· ματαιότης και τούτο.
ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτῶν γένημα καί γε τοῦτο ματαιότης
11 Πληθυνομένων των αγαθών πληθύνονται και οι τρώγοντες αυτά· και τις η ωφέλεια εις τους κυρίους αυτών, ειμή το να θεωρώσιν αυτά διά των οφθαλμών αυτών;
ἐν πλήθει τῆς ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν καὶ τί ἀνδρεία τῷ παρ’ αὐτῆς ὅτι ἀλλ’ ἢ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ
12 Ο ύπνος του εργαζομένου είναι γλυκύς, είτε ολίγον φάγη, είτε πολύ· ο δε του πλουσίου χορτασμός δεν αφίνει αυτόν να κοιμάται.
γλυκὺς ὕπνος τοῦ δούλου εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι
13 Υπάρχει κακόν θλιβερόν, το οποίον είδον υπό τον ήλιον· πλούτος φυλαττόμενος υπό του έχοντος αυτόν προς βλάβην αυτού.
ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον πλοῦτον φυλασσόμενον τῷ παρ’ αὐτοῦ εἰς κακίαν αὐτοῦ
14 Και ο πλούτος εκείνος χάνεται υπό συμφοράς κακής· αυτός δε γεννά υιόν και δεν έχει ουδέν εν τη χειρί αυτού.
καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ καὶ ἐγέννησεν υἱόν καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν
15 Καθώς εξήλθεν εκ της κοιλίας της μητρός αυτού, γυμνός θέλει επιστρέψει, υπάγων καθώς ήλθε· και δεν θέλει βαστάζει ουδέν εκ του κόπου αυτού, διά να έχη εν τη χειρί αυτού.
καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει καὶ οὐδὲν οὐ λήμψεται ἐν μόχθῳ αὐτοῦ ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ
16 Και τούτο έτι κακόν θλιβερόν, καθώς ήλθεν, ούτω να υπάγη· και τις ωφέλεια εις αυτόν ότι εκοπίασε διά τον άνεμον;
καί γε τοῦτο πονηρὰ ἀρρωστία ὥσπερ γὰρ παρεγένετο οὕτως καὶ ἀπελεύσεται καὶ τίς περισσεία αὐτῷ ᾗ μοχθεῖ εἰς ἄνεμον
17 Θέλει προσέτι τρώγει κατά πάσας αυτού τας ημέρας εν σκότει και εν πολλή λύπη και αρρωστία και βασάνω.
καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ πένθει καὶ θυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ
18 Ιδού, τι είδον εγώ αγαθόν· είναι καλόν να τρώγη τις και να πίνη και να απολαμβάνη τα αγαθά όλου του κόπου αυτού, τον οποίον κοπιάζει υπό τον ήλιον, κατά τον αριθμόν των ημερών της ζωής αυτού, όσας έδωκεν ο Θεός εις αυτόν· διότι τούτο είναι η μερίς αυτού.
ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν ὅ ἐστιν καλόν τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ ἐὰν μοχθῇ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ ὧν ἔδωκεν αὐτῷ ὁ θεός ὅτι αὐτὸ μερὶς αὐτοῦ
19 Και εις όντινα άνθρωπον ο Θεός δόσας πλούτη και υπάρχοντα, έδωκεν εις αυτόν και εξουσίαν να τρώγη απ' αυτών και να λαμβάνη το μερίδιον αυτού και να ευφραίνεται εις τον κόπον αυτού, τούτο είναι δώρον Θεού·
καί γε πᾶς ὁ ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν τοῦ φαγεῖν ἀπ’ αὐτοῦ καὶ τοῦ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ τοῦτο δόμα θεοῦ ἐστιν
20 διότι δεν θέλει ενθυμείσθαι πολύ τας ημέρας της ζωής αυτού· επειδή ο Θεός αποκρίνεται εις την καρδίαν αυτού δι' ευφροσύνης.
ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ

< Ἐκκλησιαστής 5 >