< Δευτερονόμιον 30 >

1 Και όταν έλθωσιν επί σε πάντα τα πράγματα ταύτα, η ευλογία και η κατάρα, την οποίαν έθεσα ενώπιόν σου, και ανακαλέσης ταύτα εις την καρδίαν σου εν τω μέσω πάντων των εθνών, όπου αν διασκορπίση σε Κύριος ο Θεός σου,
καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα ἡ εὐλογία καὶ ἡ κατάρα ἣν ἔδωκα πρὸ προσώπου σου καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν οὗ ἐάν σε διασκορπίσῃ κύριος ἐκεῖ
2 και επιστραφής προς Κύριον τον Θεόν σου και υπακούσης εις την φωνήν αυτού, κατά πάντα όσα εγώ προστάζω εις σε σήμερον, συ και τα τέκνα σου, εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου,
καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
3 τότε Κύριος ο Θεός σου θέλει σε επαναφέρει εκ της αιχμαλωσίας, και θέλει σε σπλαγχνισθή, και πάλιν θέλει σε συνάξει εκ πάντων των εθνών, όπου σε διεσκόρπισε Κύριος ο Θεός σου·
καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ
4 και εις τα έσχατα του ουρανού αν ήναι η διασπορά σου, εκείθεν θέλει σε συνάξει Κύριος ο Θεός σου και εκείθεν θέλει σε λάβει,
ἐὰν ᾖ ἡ διασπορά σου ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ ἐκεῖθεν συνάξει σε κύριος ὁ θεός σου καὶ ἐκεῖθεν λήμψεταί σε κύριος ὁ θεός σου
5 και θέλει σε εισαγάγει Κύριος ο Θεός σου εις την γην, την οποίαν εκληρονόμησαν οι πατέρες σου, και θέλεις κληρονομήσει αυτήν· και θέλει σε αγαθοποιήσει και σε πολλαπλασιάσει υπέρ τους πατέρας σου.
καὶ εἰσάξει σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου καὶ κληρονομήσεις αὐτήν καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου
6 Και θέλει περιτέμει Κύριος ο Θεός σου την καρδίαν σου και την καρδίαν του σπέρματός σου, διά να αγαπάς Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου, διά να ζης.
καὶ περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἵνα ζῇς σύ
7 Και θέλει επιφέρει Κύριος ο Θεός σου πάσας τας κατάρας ταύτας επί τους εχθρούς σου και επί τους μισούντάς σε, οίτινες σε κατεδίωξαν.
καὶ δώσει κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε οἳ ἐδίωξάν σε
8 Και συ θέλεις επιστραφή και υπακούσει εις την φωνήν του Κυρίου, και θέλεις εκτελεί πάσας τας εντολάς αυτού, τας οποίας εγώ προστάζω εις σε σήμερον.
καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον
9 Και θέλει σε πληθύνει Κύριος ο Θεός σου εις πάντα τα έργα των χειρών σου, εις τον καρπόν της κοιλίας σου και εις τον καρπόν των κτηνών σου και εις τα γεννήματα της γης σου, εις αγαθόν· διότι ο Κύριος θέλει ευφρανθή πάλιν επί σε εις αγαθόν, καθώς ευφράνθη επί τους πατέρας σου,
καὶ πολυωρήσει σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ὅτι ἐπιστρέψει κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου
10 εάν υπακούσης εις την φωνήν Κυρίου του Θεού σου, ώστε να φυλάττης τας εντολάς αυτού και τα διατάγματα αυτού, τα γεγραμμένα εν τω βιβλίω του νόμου τούτου· εάν επιστραφής προς Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου.
ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
11 Επειδή η εντολή αύτη, την οποίαν εγώ προστάζω εις σε σήμερον, δεν είναι πολλά βαρεία διά σε, ουδέ μακράν.
ὅτι ἡ ἐντολὴ αὕτη ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ
12 Δεν είναι εν τω ουρανώ, ώστε να είπης, Τις θέλει αναβή δι' ημάς εις τον ουρανόν και φέρει αυτήν προς ημάς, διά να ακούσωμεν αυτήν και να εκτελέσωμεν αυτήν;
οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν
13 ουδέ πέραν της θαλάσσης είναι, ώστε να είπης, Τις θέλει διαπεράσει την θάλασσαν δι' ημάς και φέρει αυτήν προς ημάς, διά να ακούσωμεν αυτήν και να εκτελέσωμεν αυτήν;
οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν καὶ ποιήσομεν
14 Αλλά πολύ πλησίον σου είναι ο λόγος, εν τω στόματί σου και εν τη καρδία σου, διά να εκτελής αυτόν.
ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν
15 Ιδού, εγώ έθεσα ενώπιόν σου σήμερον την ζωήν και το αγαθόν, και τον θάνατον και το κακόν·
ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον τὸ ἀγαθὸν καὶ τὸ κακόν
16 καθότι εγώ προστάζω εις σε σήμερον να αγαπάς Κύριον τον Θεόν σου, να περιπατής εις τας οδούς αυτού και να φυλάττης τας εντολάς αυτού και τα διατάγματα αυτού και τας κρίσεις αυτού, διά να ζης και να πληθύνησαι και διά να σε ευλογήση Κύριος ο Θεός σου εν τη γη, εις την οποίαν εισέρχεσαι διά να κληρονομήσης αυτήν.
ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πάσῃ τῇ γῇ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν
17 Εάν όμως παρεκτραπή η καρδία σου και δεν υπακούσης, αλλά αποπλανηθής και προσκυνήσης άλλους θεούς και λατρεύσης αυτούς,
καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς
18 εγώ αναγγέλλω προς εσάς σήμερον ότι εξάπαντος θέλετε αφανισθή· δεν θέλετε μακροημερεύσει επί της γης, προς την οποίαν διαβαίνεις τον Ιορδάνην, διά να εισέλθητε εκεί να κατακληρονομήσητε αυτήν.
ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν
19 Διαμαρτύρομαι προς εσάς σήμερον τον ουρανόν και την γην, ότι έθεσα ενώπιόν σας την ζωήν και τον θάνατον, την ευλογίαν και την κατάραν· διά τούτο εκλέξατε την ζωήν, διά να ζήτε συ και το σπέρμα σου·
διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν τὴν εὐλογίαν καὶ τὴν κατάραν ἔκλεξαι τὴν ζωήν ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου
20 διά να αγαπάς Κύριον τον Θεόν σου, διά να υπακούης εις την φωνήν αυτού, και διά να ήσαι προσηλωμένος εις αυτόν· διότι τούτο είναι η ζωή σου και η μακρότης των ημερών σου· διά να κατοικής επί της γης, την οποίαν ώμοσεν ο Κύριος προς τους πατέρας σου, προς τον Αβραάμ, προς τον Ισαάκ και προς τον Ιακώβ, να δώση εις αυτούς.
ἀγαπᾶν κύριον τὸν θεόν σου εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς

< Δευτερονόμιον 30 >