< Δευτερονόμιον 15 >

1 Εν τω τέλει του εβδόμου έτους θέλεις κάμνει άφεσιν.
δῑ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν
2 Και ούτος είναι ο νόμος της αφέσεως· πας δανειστής, όστις εδάνεισέ τι εις τον πλησίον αυτού, θέλει αφήσει αυτό· δεν θέλει απαιτεί αυτό από τον πλησίον αυτού ή από τον αδελφόν αυτού· διότι τούτο ονομάζεται άφεσις του Κυρίου.
καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις ὅτι ἐπικέκληται ἄφεσις κυρίῳ τῷ θεῷ σου
3 Από του ξένου δύνασαι να απαιτήσης αυτό· ό, τι όμως ο αδελφός σου έχει εκ των ιδικών σου, η χειρ σου θέλει αφίνει αυτό·
τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ’ αὐτῷ τοῦ ἀδελφοῦ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου
4 διά να μη υπάρχη πτωχός μεταξύ σας· διότι ο Κύριος θέλει σε ευλογήσει μεγάλως εν τη γη, την οποίαν Κύριος ο Θεός σου δίδει εις σε κληρονομίαν, διά να εξουσιάσης αυτήν·
ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής ὅτι εὐλογῶν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν
5 αν μόνον επιμελώς ακούης την φωνήν Κυρίου του Θεού σου, διά να προσέχης να κάμνης πάσας τας εντολάς ταύτας, τας οποίας εγώ σε προστάζω σήμερον.
ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον
6 διότι Κύριος ο Θεός σου θέλει σε ευλογήσει, καθώς υπεσχέθη εις σέ· και θέλεις δανείζει εις πολλά έθνη, συ όμως δεν θέλεις δανείζεσθαι και θέλεις βασιλεύει επί πολλά έθνη, επί σε όμως δεν θέλουσι βασιλεύσει.
ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν τρόπον ἐλάλησέν σοι καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν
7 Εάν ήναι εν μέσω σου πτωχός εκ των αδελφών σου εντός τινός των πυλών σου, εν τη γη σου την οποίαν Κύριος ο Θεός σου δίδει εις σε, δεν θέλεις σκληρύνει την καρδίαν σου ουδέ θέλεις κλείσει την χείρα σου από του πτωχού αδελφού σου·
ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου
8 αλλ' εξάπαντος θέλεις ανοίξει την χείρα σου προς αυτόν, και εξάπαντος θέλεις δανείσει εις αυτόν ικανά διά την χρείαν αυτού, εις ό, τι χρειάζεται.
ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καθ’ ὅσον ἐνδεεῖται
9 πρόσεχε εις σεαυτόν, μήποτε επέλθη κακός στοχασμός επί την καρδίαν σου και είπης, Πλησιάζει το έβδομον έτος, το έτος της αφέσεως· και πονηρευθή ο οφθαλμός σου κατά του πτωχού αδελφού σου και δεν δώσης εις αυτόν, και βοήση προς τον Κύριον κατά σου, και γείνη εις σε αμαρτία.
πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον ἔτος τῆς ἀφέσεως καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ καὶ οὐ δώσεις αὐτῷ καὶ βοήσεται κατὰ σοῦ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη
10 Θέλεις δώσει εξάπαντος εις αυτόν, και η καρδία σου δεν θέλει πονηρευθή όταν δίδης εις αυτόν· επειδή διά τούτο θέλει σε ευλογεί Κύριος ο Θεός σου εις πάντα τα έργα σου και εις πάσας τας επιχειρήσεις σου.
διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου
11 Διότι δεν θέλει λείψει πτωχός εκ μέσου της γης σου· διά τούτο εγώ προστάζω εις σε, λέγων, Θέλεις εξάπαντος ανοίγει την χείρα σου προς τον αδελφόν σου, προς τον πτωχόν σου και προς τον ενδεή σου επί της γης σου.
οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου
12 Εάν ο αδελφός σου, Εβραίος ή Εβραία, πωληθή εις σε, θέλει σε δουλεύσει εξ έτη, και εις το έβδομον έτος θέλεις εξαποστείλει αυτόν ελεύθερον από σου.
ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Εβραῖος ἢ ἡ Εβραία δουλεύσει σοι ἓξ ἔτη καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ
13 Και όταν εξαποστείλης αυτόν ελεύθερον από σου, δεν θέλεις εξαποστείλει αυτόν κενόν·
ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν
14 θέλεις εξάπαντος εφοδιάσει αυτόν από των προβάτων σου και από του αλωνίου σου και από του ληνού σου· από ό, τι Κύριος ο Θεός σου σε ηυλόγησε, θέλεις δώσει εις αυτόν.
ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τῆς ληνοῦ σου καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου δώσεις αὐτῷ
15 Και θέλεις ενθυμηθή ότι δούλος εστάθης εν γη Αιγύπτου, και Κύριος ο Θεός σου σε ελύτρωσεν· όθεν εγώ προστάζω εις σε το πράγμα τούτο σήμερον.
καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκεῖθεν διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο
16 Αλλ' εάν σοι είπη, Δεν εξέρχομαι από σού· επειδή ηγάπησε σε και τον οίκόν σου, διότι ευτυχεί μετά σού·
ἐὰν δὲ λέγῃ πρὸς σέ οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί
17 τότε θέλεις λάβει τρυπητήριον και θέλεις τρυπήσει το ωτίον αυτού προς την θύραν, και θέλει είσθαι δούλός σου παντοτεινός· και εις την δούλην σου θέλεις κάμει ομοίως.
καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως
18 Δεν θέλει φανή εις σε σκληρόν όταν εξαποστείλης αυτόν ελεύθερον από σού· διότι σε εδούλευσε το διπλούν μισθωτού δούλου, εξ έτη· και Κύριος ο Θεός σου θέλει σε ευλογεί εις παν ό, τι κάμνεις.
οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ ὅτι ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν οἷς ἐὰν ποιῇς
19 Πάντα τα πρωτότοκα, όσα γεννώνται μεταξύ των βοών σου και των προβάτων σου τα αρσενικά, θέλεις αφιερόνει εις Κύριον τον Θεόν σου· δεν θέλεις μεταχειρισθή εις εργασίαν τον πρωτότοκον μόσχον σου, ουδέ κουρεύσει το πρωτότοκον των προβάτων σου.
πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσίν σου καὶ ἐν τοῖς προβάτοις σου τὰ ἀρσενικά ἁγιάσεις κυρίῳ τῷ θεῷ σου οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου καὶ οὐ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου
20 Ενώπιον Κυρίου του Θεού σου θέλεις τρώγει αυτό κατ' έτος, εν τω τόπω όντινα εκλέξη ο Κύριος, συ και ο οίκός σου.
ἔναντι κυρίου φάγῃ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου σὺ καὶ ὁ οἶκός σου
21 Και εάν έχη τινά μώμον, εάν ήναι χωλόν ή τυφλόν ή έχη τινά μώμον κακόν, δεν θέλεις θυσιάσει αυτό εις Κύριον τον Θεόν σου.
ἐὰν δὲ ᾖ ἐν αὐτῷ μῶμος χωλὸν ἢ τυφλὸν ἢ καὶ πᾶς μῶμος πονηρός οὐ θύσεις αὐτὸ κυρίῳ τῷ θεῷ σου
22 Εντός των πυλών σου θέλεις τρώγει αυτό· ο ακάθαρτος και ο καθαρός εξίσου, ως την δορκάδα και ως την έλαφον.
ἐν ταῖς πόλεσίν σου φάγῃ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον
23 Πλην το αίμα αυτού δεν θέλεις φάγει επί την γην θέλεις χύσει αυτό ως ύδωρ.
πλὴν τὸ αἷμα οὐ φάγεσθε ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ

< Δευτερονόμιον 15 >