< Δευτερονόμιον 14 >

1 Σεις είσθε υιοί Κυρίου του Θεού σας· δεν θέλετε κάμει εις το σώμα σας εντομάς, ουδέ θέλετε κάμει φαλάκρωμα αναμέσον των οφθαλμών σας, διά νεκρόν.
υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν οὐ φοιβήσετε οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ
2 Διότι λαός άγιος είσαι εις Κύριον τον Θεόν σου· και σε εξέλεξεν ο Κύριος διά να ήσαι εις αυτόν λαός εκλεκτός, παρά πάντα τα έθνη τα επί της γης.
ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς
3 Δεν θέλεις τρώγει ουδέν βδελυκτόν.
οὐ φάγεσθε πᾶν βδέλυγμα
4 Ταύτα είναι τα κτήνη, τα οποία θέλετε τρώγει· ο βους, το πρόβατον και η αιξ,
ταῦτα τὰ κτήνη ἃ φάγεσθε μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν
5 η έλαφος και η δορκάς και ο βούβαλος και ο αγριότραγος και ο πύγαργος και ο άγριος βους και η καμηλοπάρδαλις.
ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον ὄρυγα καὶ καμηλοπάρδαλιν
6 Και παν τετράποδον έχον τον πόδα δίχηλον και το ονύχιον διηρημένον εις δύο χηλάς, και αναμασσών μεταξύ των τετραπόδων, ταύτα θέλετε τρώγει.
πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν ταῦτα φάγεσθε
7 Ταύτα όμως δεν θέλετε τρώγει εκ των όσα αναμασσώσιν, ή εκ των όσα έχουσι το ονύχιον δίχηλον· την κάμηλον και τον λαγωόν και τον δασύποδα· διότι αναμασσώσι μεν, πλην δεν έχουσι διηρημένον το ονύχιον· ταύτα είναι ακάθαρτα εις εσάς·
καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν
8 και τον χοίρον, διότι έχει μεν το ονύχιον δίχηλον, πλην δεν αναμασσά· είναι ακάθαρτος εις εσάς· από του κρέατος αυτών δεν θέλετε τρώγει ουδέ το θνησιμαίον αυτών θέλετε εγγίζει.
καὶ τὸν ὗν ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται ἀκάθαρτον τοῦτο ὑμῖν ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε
9 Εκ πάντων των εν τοις ύδασι ταύτα θέλετε τρώγει πάντα, όσα έχουσι πτερύγια και λέπη, θέλετε τρώγει·
καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες φάγεσθε
10 πάντα δε, όσα δεν έχουσι πτερύγια και λέπη, δεν θέλετε τρώγει· είναι ακάθαρτα εις εσάς.
καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες οὐ φάγεσθε ἀκάθαρτα ὑμῖν ἐστιν
11 Παν πτηνόν καθαρόν θέλετε τρώγει.
πᾶν ὄρνεον καθαρὸν φάγεσθε
12 Ταύτα όμως είναι εκείνα, εκ των οποίων δεν θέλετε τρώγει· ο αετός και ο γρυπαετός και ο μελαναετός
καὶ ταῦτα οὐ φάγεσθε ἀπ’ αὐτῶν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
13 και ο γυπαετός και ο ίκτινος και ο γυψ κατά το είδος αυτού,
καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ
14 και πας κόραξ κατά το είδος αυτού,
καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ
15 και η στρουθοκάμηλος και η γλαύξ και ο ίβις και ο ιέραξ κατά το είδος αυτού,
καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον
16 ο νυκτικόραξ και η μεγάλη γλαύξ και ο κύκνος,
καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν
17 και ο πελεκάν και η κίσσα και η αίθυια,
καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα
18 και ο πελαργός και ο ερωδιός κατά το είδος αυτού και ο έπωψ και η νυκτερίς.
καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα
19 Και πάντα τα ερπετά τα πτερωτά είναι ακάθαρτα εις εσάς· δεν θέλουσι τρώγεσθαι.
πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν οὐ φάγεσθε ἀπ’ αὐτῶν
20 Παν πτηνόν καθαρόν θέλετε τρώγει.
πᾶν πετεινὸν καθαρὸν φάγεσθε
21 Ουδέν θνησιμαίον θέλετε τρώγει· εις τον ξένον τον εντός των πυλών σου θέλεις δίδει αυτά, διά να τρώγη αυτό· ή θέλεις πωλεί αυτό εις αλλογενή· διότι λαός άγιος είσαι εις Κύριον τον Θεόν σου. Δεν θέλεις εψήσει ερίφιον εν τω γάλακτι της μητρός αυτού.
πᾶν θνησιμαῖον οὐ φάγεσθε τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσίν σου δοθήσεται καὶ φάγεται ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ
22 Θέλεις εξάπαντος δεκατίζει πάντα τα γεννήματα του σπόρου σου, τα οποία φέρει ο αγρός κατ' έτος.
δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν
23 Και θέλεις τρώγει ενώπιον Κυρίου του Θεού σου, εν τω τόπω όντινα εκλέξη διά να θέση το όνομα αυτού εκεί, το δέκατον του σίτου σου, του οίνου σου και του ελαίου σου, και τα πρωτότοκα των βοών σου και των προβάτων σου· διά να μάθης να φοβήσαι πάντοτε Κύριον τον Θεόν σου.
καὶ φάγῃ αὐτὸ ἔναντι κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου ἵνα μάθῃς φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας
24 Και εάν η οδός ήναι πολύ μακράν διά σε, ώστε να μη δύνασαι να φέρης αυτά, ή εάν ο τόπος απέχη πολύ από σου, όντινα εκλέξη Κύριος ο Θεός σου διά να θέση εκεί το όνομα αυτού, ότε σε ηυλόγησε Κύριος ο Θεός σου,
ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου
25 τότε θέλεις εξαργυρώσει αυτά, και θέλεις κομποδέσει το αργύριον εις την χείρα σου και υπάγει εις τον τόπον όντινα εκλέξη Κύριος ο Θεός σου·
καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήμψῃ τὸ ἀργύριον ἐν ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν
26 και θέλεις δώσει το αργύριον αντί οποιουδήποτε πράγματος επιθυμεί η ψυχή σου, αντί βοών ή αντί προβάτων ή αντί οίνου ή αντί σίκερα ή αντί οποιουδήποτε πράγματος ορέγεται η ψυχή σου· και θέλεις τρώγει εκεί ενώπιον Κυρίου του Θεού σου, και θέλεις ευφρανθή, συ και ο οίκός σου
καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις ἐπὶ οἴνῳ ἢ ἐπὶ σικερα ἢ ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου καὶ φάγῃ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου
27 και ο Λευΐτης ο εντός των πυλών σου· δεν θέλεις εγκαταλείψει αυτόν· διότι δεν έχει μερίδα ουδέ κληρονομίαν μετά σου.
καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσίν σου ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ
28 Εις το τέλος του τρίτου έτους, θέλεις εκφέρει παν το δέκατον των γεννημάτων σου του έτους εκείνου, και θέλεις εναποθέτει εντός των πυλών σου·
μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου
29 και ο Λευΐτης, διότι δεν έχει μερίδα ουδέ κληρονομίαν μετά σου, και ο ξένος και ο ορφανός και η χήρα, οίτινες είναι εντός των πυλών σου, θέλουσιν έρχεσθαι και θέλουσι τρώγει και χορταίνει διά να σε ευλογήση Κύριος ο Θεός σου εις πάντα τα έργα της χειρός σου όσα εργάζεσαι.
καὶ ἐλεύσεται ὁ λευίτης ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς

< Δευτερονόμιον 14 >