< Δανιήλ 5 >

1 Βαλτάσαρ ο βασιλεύς έκαμε συμπόσιον μέγα εις χιλίους εκ των μεγιστάνων αυτού και έπινεν οίνον ενώπιον των χιλίων.
Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοῖς ἑταίροις αὐτοῦ καὶ ἔπινεν οἶνον
2 Και εν τη γεύσει του οίνου προσέταξεν ο Βαλτάσαρ να φέρωσι τα σκεύη τα χρυσά και τα αργυρά, τα οποία Ναβουχοδονόσορ ο πατήρ αυτού αφήρεσεν εκ του ναού του εν Ιερουσαλήμ, διά να πίωσιν εν αυτοίς ο βασιλεύς και οι μεγιστάνες αυτού, αι γυναίκες αυτού και αι παλλακαί αυτού.
καὶ ἀνυψώθη ἡ καρδία αὐτοῦ καὶ εἶπεν ἐνέγκαι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τοῦ οἴκου τοῦ θεοῦ ἃ ἤνεγκε Ναβουχοδονοσορ ὁ πατὴρ αὐτοῦ ἀπὸ Ιερουσαλημ καὶ οἰνοχοῆσαι ἐν αὐτοῖς τοῖς ἑταίροις αὐτοῦ
3 Και εφέρθησαν τα σκεύη τα χρυσά, τα οποία αφηρέθησαν εκ του ναού του οίκου του Θεού του εν Ιερουσαλήμ· και έπινον εν αυτοίς ο βασιλεύς και οι μεγιστάνες αυτού, αι γυναίκες αυτού και αι παλλακαί αυτού.
καὶ ἠνέχθη καὶ ἔπινον ἐν αὐτοῖς
4 Έπινον οίνον και ήνεσαν τους θεούς τους χρυσούς και αργυρούς, τους χαλκούς, τους σιδηρούς, τους ξυλίνους και τους λιθίνους.
καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτῶν καὶ τὸν θεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν
5 Εν αυτή τη ώρα εξήλθον δάκτυλοι χειρός ανθρώπου και έγραψαν κατέναντι της λυχνίας επί το κονίαμα του τοίχου του παλατίου του βασιλέως· και ο βασιλεύς έβλεπε την παλάμην της χειρός, ήτις έγραψε.
ἐν αὐτῇ τῇ ὥρᾳ ἐκείνῃ ἐξῆλθον δάκτυλοι ὡσεὶ χειρὸς ἀνθρώπου καὶ ἔγραψαν ἐπὶ τοῦ τοίχου τοῦ οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ φωτὸς ἔναντι τοῦ βασιλέως Βαλτασαρ καὶ εἶδε χεῖρα γράφουσαν
6 Τότε η όψις του βασιλέως ηλλοιώθη και οι διαλογισμοί αυτού συνετάραττον αυτόν, ώστε οι σύνδεσμοι της οσφύος αυτού διελύοντο και τα γόνατα αυτού συνεκρούοντο.
καὶ ἡ ὅρασις αὐτοῦ ἠλλοιώθη καὶ φόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον ἔσπευσεν οὖν ὁ βασιλεὺς καὶ ἐξανέστη καὶ ἑώρα τὴν γραφὴν ἐκείνην καὶ οἱ συνεταῖροι κύκλῳ αὐτοῦ ἐκαυχῶντο
7 Και εβόησεν ο βασιλεύς μεγαλοφώνως να εισάξωσι τους επαοιδούς, τους Χαλδαίους και τους μάντεις. Τότε ο βασιλεύς ελάλησε και είπε προς τους σοφούς της Βαβυλώνος, Όστις αναγνώση την γραφήν ταύτην και μοι δείξη την ερμηνείαν αυτής, θέλει ενδυθή πορφύραν, και η άλυσος η χρυσή θέλει τεθή περί τον τράχηλον αυτού και θέλει είσθαι ο τρίτος άρχων του βασιλείου.
καὶ ὁ βασιλεὺς ἐφώνησε φωνῇ μεγάλῃ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ φαρμακοὺς καὶ Χαλδαίους καὶ γαζαρηνοὺς ἀπαγγεῖλαι τὸ σύγκριμα τῆς γραφῆς καὶ εἰσεπορεύοντο ἐπὶ θεωρίαν ἰδεῖν τὴν γραφήν καὶ τὸ σύγκριμα τῆς γραφῆς οὐκ ἐδύναντο συγκρῖναι τῷ βασιλεῖ τότε ὁ βασιλεὺς ἐξέθηκε πρόσταγμα λέγων πᾶς ἀνήρ ὃς ἂν ὑποδείξῃ τὸ σύγκριμα τῆς γραφῆς στολιεῖ αὐτὸν πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσει αὐτῷ καὶ δοθήσεται αὐτῷ ἐξουσία τοῦ τρίτου μέρους τῆς βασιλείας
8 Τότε εισήλθον πάντες οι σοφοί του βασιλέως· πλην δεν ηδύναντο να αναγνώσωσι την γραφήν ουδέ την ερμηνείαν αυτής να φανερώσωσι προς τον βασιλέα.
καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοὶ καὶ φαρμακοὶ καὶ γαζαρηνοί καὶ οὐκ ἠδύνατο οὐδεὶς τὸ σύγκριμα τῆς γραφῆς ἀπαγγεῖλαι
9 Και ο βασιλεύς Βαλτάσαρ εταράχθη μεγάλως και ηλλοιώθη εν αυτώ η όψις αυτού και οι μεγιστάνες αυτού συνεταράχθησαν.
τότε ὁ βασιλεὺς ἐκάλεσε τὴν βασίλισσαν περὶ τοῦ σημείου καὶ ὑπέδειξεν αὐτῇ ὡς μέγα ἐστί καὶ ὅτι πᾶς ἄνθρωπος οὐ δύναται ἀπαγγεῖλαι τῷ βασιλεῖ τὸ σύγκριμα τῆς γραφῆς
10 Η βασίλισσα εκ των λόγων του βασιλέως και των μεγιστάνων αυτού εισήλθεν εις τον οίκον του συμποσίου· και ελάλησεν η βασίλισσα και είπε, Βασιλεύ, ζήθι εις τον αιώνα· μη σε ταράττωσιν οι διαλογισμοί σου και η όψις σου ας μη αλλοιούται.
τότε ἡ βασίλισσα ἐμνήσθη πρὸς αὐτὸν περὶ τοῦ Δανιηλ ὃς ἦν ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας
11 Υπάρχει άνθρωπος εν τω βασιλείω σου, εις τον οποίον είναι το πνεύμα των αγίων θεών· και εν ταις ημέραις του πατρός σου φως και σύνεσις και σοφία, ως η σοφία των θεών, ευρέθησαν εν αυτώ, τον οποίον ο βασιλεύς Ναβουχοδονόσορ ο πατήρ σου, ο βασιλεύς ο πατήρ σου, κατέστησεν άρχοντα των μάγων, των επαοιδών, των Χαλδαίων και των μάντεων.
καὶ εἶπε τῷ βασιλεῖ ὁ ἄνθρωπος ἐπιστήμων ἦν καὶ σοφὸς καὶ ὑπερέχων πάντας τοὺς σοφοὺς Βαβυλῶνος
12 Διότι πνεύμα έξοχον και γνώσις και σύνεσις, ερμηνεία ενυπνίων και εξήγησις αινιγμάτων και λύσις αποριών, ευρέθησαν εν αυτώ τω Δανιήλ, τον οποίον ο βασιλεύς μετωνόμασε Βαλτασάσαρ· τώρα λοιπόν ας προσκληθή ο Δανιήλ, και θέλει δείξει την ερμηνείαν.
καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ ἐστι καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου τοῦ βασιλέως συγκρίματα ὑπέρογκα ὑπέδειξε Ναβουχοδονοσορ τῷ πατρί σου
13 Τότε εισήχθη ο Δανιήλ έμπροσθεν του βασιλέως. Και ο βασιλεύς ελάλησε και είπε προς τον Δανιήλ, Συ είσαι ο Δανιήλ εκείνος, όστις είσαι εκ των υιών της αιχμαλωσίας του Ιούδα, τους οποίους έφερεν εκ της Ιουδαίας ο βασιλεύς ο πατήρ μου;
τότε Δανιηλ εἰσήχθη πρὸς τὸν βασιλέα καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν αὐτῷ
14 Ήκουσα τωόντι περί σου, ότι το πνεύμα των θεών είναι εν σοι και φως και σύνεσις και σοφία έξοχος ευρέθησαν εν σοι.
15 Και τώρα εισήλθον έμπροσθέν μου οι σοφοί και οι επαοιδοί, διά να αναγνώσωσι την γραφήν ταύτην και να φανερώσωσιν εις εμέ την ερμηνείαν αυτής, πλην δεν ηδυνήθησαν να δείξωσι του πράγματος την ερμηνείαν.
16 Και εγώ ήκουσα περί σου, ότι δύνασαι να ερμηνεύης και να λύης απορίας· τώρα λοιπόν, εάν δυνηθής να αναγνώσης την γραφήν και να φανερώσης προς εμέ την ερμηνείαν αυτής θέλεις ενδυθή πορφύραν και η άλυσος η χρυσή θέλει τεθή περί τον τράχηλόν σου και θέλεις είσθαι ο τρίτος άρχων του βασιλείου.
ὦ Δανιηλ δύνῃ μοι ὑποδεῖξαι τὸ σύγκριμα τῆς γραφῆς καὶ στολιῶ σε πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσω σοι καὶ ἕξεις ἐξουσίαν τοῦ τρίτου μέρους τῆς βασιλείας μου
17 Τότε ο Δανιήλ απεκρίθη και είπεν έμπροσθεν του βασιλέως, Τα δώρα σου ας ήναι εν σοι και δος εις άλλον τας αμοιβάς σου· εγώ δε θέλω αναγνώσει την γραφήν εις τον βασιλέα και θέλω φανερώσει την ερμηνείαν προς αυτόν.
τότε Δανιηλ ἔστη κατέναντι τῆς γραφῆς καὶ ἀνέγνω καὶ οὕτως ἀπεκρίθη τῷ βασιλεῖ αὕτη ἡ γραφή ἠρίθμηται κατελογίσθη ἐξῆρται καὶ ἔστη ἡ γράψασα χείρ καὶ αὕτη ἡ σύγκρισις αὐτῶν
18 Βασιλεύ, ο Θεός ο ύψιστος έδωκεν εις τον Ναβουχοδονόσορ τον πατέρα σου βασιλείαν και μεγαλειότητα και δόξαν και τιμήν.
19 Και διά την μεγαλειότητα, την οποίαν έδωκεν εις αυτόν, πάντες οι λαοί, έθνη και γλώσσαι έτρεμον και εφοβούντο έμπροσθεν αυτού· όντινα ήθελεν εφόνευε και όντινα ήθελεν εφύλαττε ζώντα και όντινα ήθελεν ύψωνε και όντινα ήθελεν εταπείνονεν·
20 αλλ' ότε η καρδία αυτού επήρθη και ο νούς αυτού εσκληρύνθη εν τη υπερηφανία, κατεβιβάσθη από του βασιλικού θρόνου αυτού και αφηρέθη η δόξα αυτού απ' αυτού·
21 και εξεδιώχθη εκ των υιών των ανθρώπων, και η καρδία αυτού έγεινεν ως των θηρίων και η κατοικία αυτού ήτο μετά των αγρίων όνων· με χόρτον ως οι βόες ετρέφετο και το σώμα αυτού εβρέχετο υπό της δρόσου του ουρανού· εωσού εγνώρισεν ότι ο Θεός ο ύψιστος είναι Κύριος της βασιλείας των ανθρώπων και όντινα θέλει, στήνει επ' αυτήν.
22 Και συ ο υιός αυτού, ο Βαλτάσαρ, δεν εταπείνωσας την καρδίαν σου, ενώ εγνώριζες πάντα ταύτα·
23 αλλ' υψώθης εναντίον του Κυρίου του ουρανού· και τα σκεύη του οίκου αυτού έφεραν έμπροσθέν σου, και επίνετε οίνον εξ αυτών και συ και οι μεγιστάνές σου, αι γυναίκές σου και αι παλλακαί σου· και εδοξολόγησας τους θεούς τους αργυρούς και τους χρυσούς, τους χαλκούς, τους σιδηρούς, τους ξυλίνους και τους λιθίνους, οίτινες δεν βλέπουσιν ουδέ ακούουσιν ουδέ νοούσι· τον δε Θεόν, εις του οποίου την χείρα είναι η πνοή σου και εις την εξουσίαν αυτού πάσαι αι οδοί σου, δεν εδόξασας.
βασιλεῦ σὺ ἐποιήσω ἑστιατορίαν τοῖς φίλοις σου καὶ ἔπινες οἶνον καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τοῦ ζῶντος ἠνέχθη σοι καὶ ἐπίνετε ἐν αὐτοῖς σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ ᾐνέσατε πάντα τὰ εἴδωλα τὰ χειροποίητα τῶν ἀνθρώπων καὶ τῷ θεῷ τῷ ζῶντι οὐκ εὐλογήσατε καὶ τὸ πνεῦμά σου ἐν τῇ χειρὶ αὐτοῦ καὶ τὸ βασίλειόν σου αὐτὸς ἔδωκέ σοι καὶ οὐκ εὐλόγησας αὐτὸν οὐδὲ ᾔνεσας αὐτῷ
24 Διά τούτο εστάλη απ' έμπροσθεν αυτού η παλάμη της χειρός και ενεχαράχθη η γραφή αύτη.
25 Και αύτη είναι η γραφή ήτις ενεχαράχθη· Μενέ, Μενέ, Θεκέλ, Ο υ φ α ρ σ ί ν.
26 Αύτη είναι η ερμηνεία του πράγματος· Μενέ, εμέτρησεν ο Θεός την βασιλείαν σου και ετελείωσεν αυτήν·
τοῦτο τὸ σύγκριμα τῆς γραφῆς ἠρίθμηται ὁ χρόνος σου τῆς βασιλείας ἀπολήγει ἡ βασιλεία σου συντέτμηται καὶ συντετέλεσται ἡ βασιλεία σου τοῖς Μήδοις καὶ τοῖς Πέρσαις δίδοται
27 Θεκέλ, εζυγίσθης εν τη πλάστιγγι και ευρέθης ελλιπής·
28 Φερές, διηρέθη η βασιλεία σου και εδόθη εις τους Μήδους και Πέρσας.
29 Τότε προσέταξεν ο Βαλτάσαρ και ενέδυσαν τον Δανιήλ την πορφύραν, και περιέθηκαν την άλυσον την χρυσήν περί τον τράχηλον αυτού, και διεκήρυξαν περί αυτού, να ήναι ο τρίτος άρχων του βασιλείου.
τότε Βαλτασαρ ὁ βασιλεὺς ἐνέδυσε τὸν Δανιηλ πορφύραν καὶ μανιάκην χρυσοῦν περιέθηκεν αὐτῷ καὶ ἔδωκεν ἐξουσίαν αὐτῷ τοῦ τρίτου μέρους τῆς βασιλείας αὐτοῦ
30 Την αυτήν νύκτα εφονεύθη ο Βαλτάσαρ ο βασιλεύς των Χαλδαίων.
καὶ τὸ σύγκριμα ἐπῆλθε Βαλτασαρ τῷ βασιλεῖ καὶ τὸ βασίλειον ἐξῆρται ἀπὸ τῶν Χαλδαίων καὶ ἐδόθη τοῖς Μήδοις καὶ τοῖς Πέρσαις
31 Και Δαρείος ο Μήδος έλαβε την βασιλείαν, ων περίπου ετών εξήκοντα δύο.
καὶ Ἀρταξέρξης ὁ τῶν Μήδων παρέλαβε τὴν βασιλείαν καὶ Δαρεῖος πλήρης τῶν ἡμερῶν καὶ ἔνδοξος ἐν γήρει

< Δανιήλ 5 >