< Βασιλειῶν Βʹ 4 >

1 Και ότε ήκουσεν ο υιός του Σαούλ ότι ο Αβενήρ απέθανεν εν Χεβρών, αι χείρες αυτού ενεκρώθησαν, και πάντες οι Ισραηλίται συνεταράχθησαν.
καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν
2 Είχε δε ο υιός του Σαούλ δύο άνδρας, οίτινες ήσαν οπλαργηγοί, το όνομα του ενός Βαανά, και το όνομα του άλλου Ρηχάβ, υιοί Ριμμών του Βηρωθαίου, εκ των υιών Βενιαμίν· διότι και η Βηρώθ ελογίζετο του Βενιαμίν·
καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβοσθε υἱῷ Σαουλ ὄνομα τῷ ἑνὶ Βαανα καὶ ὄνομα τῷ δευτέρῳ Ρηχαβ υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμιν ὅτι Βηρωθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμιν
3 οι δε Βηρωθαίοι είχον φύγει εις Γιτθαΐμ και ήσαν εκεί παροικούντες έως της ημέρας ταύτης.
καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης
4 Ιωνάθαν δε, ο υιός του Σαούλ, είχεν υιόν βεβλαμμένον τους πόδας. Ήτο ηλικίας πέντε ετών ότε ήλθον αι αγγελίαι εξ Ιεζραήλ περί του Σαούλ και Ιωνάθαν, και εσήκωσεν αυτόν τροφός αυτού και έφυγεν· ενώ δε έσπευδε να φύγη, έπεσεν αυτός και εχωλώθη· το δε όνομα αυτού Μεμφιβοσθέ.
καὶ τῷ Ιωναθαν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτῷ Μεμφιβοσθε
5 Και υπήγαν οι υιοί Ριμμών του Βηρωθαίου, Ρηχάβ και Βαανά, και εις το καύμα της ημέρας εισήλθον εις την οικίαν του Ις-βοσθέ όστις εκοίτετο επί κλίνης το μεσημέριον·
καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθε καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας
6 και εισήλθον εκεί έως του μέσου της οικίας, ως διά να λάβωσι σίτον· και εκτύπησαν αυτόν υπό την πέμπτην πλευράν· και ο Ρηχάβ και Βαανά ο αδελφός αυτού διεσώθησαν.
καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον
7 Διότι ότε εισήλθον εις την οικίαν, εκείνος εκοίτετο επί της κλίνης αυτού εντός του κοιτώνος αυτού· και εκτύπησαν αυτόν και εθανάτωσαν αυτόν και απέκοψαν την κεφαλήν αυτού, και λαβόντες την κεφαλήν αυτού, ανεχώρησαν οδοιπορούντες διά της πεδιάδος όλην την νύκτα.
καὶ εἰσῆλθον εἰς τὸν οἶκον καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα
8 Και έφερον την κεφαλήν του Ις-βοσθέ προς τον Δαβίδ εις Χεβρών και είπον προς τον βασιλέα, Ιδού, η κεφαλή του Ις-βοσθέ, υιού του Σαούλ του εχθρού σου, όστις εζήτει την ζωήν σου· και ο Κύριος έδωκεν εκδίκησιν εις τον κύριόν μου τον βασιλέα την ημέραν ταύτην, από του Σαούλ και από του σπέρματος αυτού.
καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ
9 Απεκρίθη δε ο Δαβίδ προς τον Ρηχάβ και προς Βαανά τον αδελφόν αυτού, τους υιούς Ριμμών του Βηρωθαίου, και είπε προς αυτούς, Ζη Κύριος, όστις ελύτρωσε την ψυχήν μου από πάσης στενοχωρίας·
καὶ ἀπεκρίθη Δαυιδ τῷ Ρεκχα καὶ τῷ Βαανα ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμων τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως
10 εκείνον, όστις απήγγειλε προς εμέ, λέγων, Ιδού, απέθανεν ο Σαούλ, και εστοχάζετο εαυτόν μηνυτήν αγαθής αγγελίας, επίασα αυτόν και εθανάτωσα αυτόν εν Σικλάγ, αντί να βραβεύσω αυτόν διά την αγγελίαν αυτού·
ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαουλ καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ ᾧ ἔδει με δοῦναι εὐαγγέλια
11 και πόσω μάλλον ανθρώπους πονηρούς, φονεύσαντας άνδρα δίκαιον εν τη οικία αυτού επί της κλίνης αυτού; τώρα λοιπόν δεν θέλω εκζητήσει το αίμα αυτού εκ των χειρών σας και δεν θέλω σας εξολοθρεύσει από της γης;
καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς
12 Και προσέταξεν ο Δαβίδ τους νέους, και εθανάτωσαν αυτούς και έκοψαν τας χείρας αυτών και τους πόδας αυτών και εκρέμασαν αυτά επί το υδροστάσιον εν Χεβρών· την δε κεφαλήν του Ις-βοσθέ έλαβον, και έθαψαν εν τω τάφω του Αβενήρ εν Χεβρών.
καὶ ἐνετείλατο Δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρων καὶ τὴν κεφαλὴν Μεμφιβοσθε ἔθαψαν ἐν τῷ τάφῳ Αβεννηρ υἱοῦ Νηρ

< Βασιλειῶν Βʹ 4 >